Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. H. I, 6] Φέρε δὲ ἤδη μετὰ τὴν δέουσαν προκατασκευὴν τῆς προτεθείσης ἡμῖν ἐκκλησιαστικῆς ἱστορίας ἤδη λοιπὸν ἀπὸ τῆς ἐνσάρκου τοῦ σωτῆρος ἡμῶν ἐπιφανείας οἷά τινος ὁδοιπορίας ἐφαψώμεθα, τὸν τοῦ λόγου πατέρα θεὸν καὶ τὸν δηλούμενον αὐτὸν Ἰησοῦν Χριστὸν τὸν σωτῆρα καὶ κύριον ἡμῶν, τὸν οὐράνιον τοῦ θεοῦ λόγον βοηθὸν ἡμῖν καὶ συνεργὸν τῆς κατὰ τὴν διήγησιν ἀληθείας ἐπικαλεσάμενοι.

ἦν δὴ οὖν τοῦτο δεύτερον καὶ τεσσαρακοστὸν ἔτος τῆς Αὐγούστου βασιλείας, Αἰγύπτου δ’ ὑποταγῆς καὶ τελευτῆς Ἀντωνίου καὶ Κλεοπάτρας, , εἰς ἣν ὑστάτην ἡ κατ’ Αἴγυπτον τῶν Πτολεμαίων κατέληξε δυναστεία, ὄγδοον ἔτος καὶ εἰκοστὸν , ὁπηωίκα ὁ σωτὴρ ἡμῶν καὶ κύριος Ἰησοῦς Χριστὸς ἐπὶ τῆς τότε ἀπογραφῆς πρώτης, ἡγεμονεύοντος Κυρινίου τῆς Συρίας, ἀκολούθως ταῖς περὶ αὐτοῦ προφητείαις, ἐν Βηθλεὲμ γεννᾶται τῆς Ἰουδαίας.

ταύτης δὲ τῆς κατὰ Κυρίνιον ἀπογραφῆς καὶ ὁ τῶν παρ’ Ἐβραίοις ἐπισημότατος ἱστορικόν Θλαύιος Ἰώσηπος μνημονεύει, καὶ ἄλλην ἐπισυνάπτων ἱστορίαν περὶ τῆς τῶν Γαλιλαίων κατὰ τοὺς αὐτοὺς ἐπιφυείσης χρόνους αἱρέσεως, ἧς καὶ παρ’ ἡμῖν ὁ Λουκᾶς ἐν ταῖς Πράξεσι μνήμην ὧδἐπως λέγων πεποίηται “ μετὰ τοῦτον ἀνέστη Ἰούδας ὁ Γαλιλαῖος ἐν ταῖς ἡμέραις τῆς [*](25 Ἰώσηπος] A. I. XVIII, 1, 1. B. I. VII, 8, 1. 29 Act. 5, 37.)

v.4.p.21
ἀπογραφῆς , καὶ ἀπέστησε λαὸν ὀπίσω αὐτοῦ , κἀκεῖ- νος ἀπώλετο, καὶ πάντες ὅσοι ἐπείσθησαν αὐτῷ διεσκορπίσθησαν.”

τοῦτοις δ’ οὖν καὶ ὁ δεδηλωμένος ἐν ὀκτωκαιδεκάτῳ τῆς ἀρχαιολογίας συνᾴδων ταῦτα παρατίθεται κατὰ λέξιν “ Κυρίνιος δὲ τῶν εἰς τὴν βουλὴν συναγομένων ἀνὴρ, τάς τε ἄλλας ἀρχὰς ἐπιτετελεκὼς καὶ διὰ πασῶν ὁδεύσας ὕπατος γενέσθαι, τά τε ἄλλα ἀξιώματι μέγας , σὺν ὀλίγοις ἐπὶ Συρίας παρῆν, ὑπὸ Καίσαρος δικαιοδότης τοῦ ἔθνους άπεσταλμένος, καὶ τιμητὴς τῶν οὐσιῶν γενησόμενος. ”

καὶ μετὰ βραχέα φησίν “ Ἰούδας δὲ Γαυλανίτης ἀνὴρ ἐκ πόλεως ὄνομα Γαμάλας, Σάδδοκον Φαρισαῖον προσλαβόμενος, ἠπείγετο ἐπὶ ἀποστάσει, τήν τε ἀποτίμησιν οὐδὲν ἄλλο ἢ ἄντικρυς δουλείαν ἐπιφέρειν λέγοντες, καὶ τῆς ἐλευθερίας ἐπ’ ἀντιλήψει παρακαλοῦντες τὸ ἔθνος. ”

καὶ ἐν τῇ δευτέρᾳ δὲ τῶν ἱστοριῶν τοῦ Ἰουδαϊκοῦ πολέμου περὶ τοῦ αὐτοῦ ταῦτα γράφει “ ἐπὶ τούτοις τις ἀνὴρ Γαλιλαῖος Ἰούδας “ εἰς ἀποστασίαν ἐνῆγε τοὺς ἐπιχωρίους, “ ζων, εἰ φόρον τε Ῥωμαίοις τελεῖν ὑπομένουσι καὶ “μετὰ τὸν θεὸν οἴσουσι θνητοὺς δεσπότας.’ ταῦτα ὁ Ἰώσηπος.