Historia Ecclesiastica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.
εἶθ’ ἑξῆς ὑποβὰς μετὰ τὴν ἔνθεον καὶ βασι- λικὴν δύναμιν τρίτῃ τάξει Χριστὸν αὐτὸν γεγονότα ἐλαίῳ, οὐ τῷ ἐξ ὕλης σωμάτων , ἀλλὰ τῷ ἐνθέῳ τῆς ἀγαλλιάσεως ἠλειμμένον παρίστησι, παρὸ καὶ τὸ ἐξαίρετον αὐτοῦ καὶ πολὺ κρεῖττον καὶ διάφορον τῶν πάλαι διὰ τῶν εἰκόνων σωματικώτερον κεχρισμένων ὑποσημαίνει.
καὶ ἀλλαχοῦ δὲ ὁ αὐτὸς ὧδέ πως τὰ περὶ αὐτοῦ δηλοῖ λέγων “ εἶπεν ὁ κύριος τῷ κυρίῳ μου, κάθου ἐκ δεξιῶν μου, ἴως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου,’ καὶ “ ἐκ γαστρὸς πρὸ ἑωσφόρου ἐγέννησά σε. ὤμοσε κύριος καὶ οὐ μεταμεληθήσεται · σὺ εἶ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ.”
οὗτος δὲ εἰσάγεται ἐν τοῖς ἱεροῖς λόγοις ὁ Μελχισεδὲκ, ἱερεὺς τοῦ θεοῦ τοῦ ὑψίστου , οὐκ ἐν σκευαστῷ τινι χρίσματι ἀναδεδειγμένος, ἀλλ’ οὐδὲ διαδοχῇ γένους προσήκων τῇ καθ’ Εβραίους ἱερωσύνῃ. διὸ κατὰ τὴν αὐτοῦ τάξιν, ἀλλ’ [*](3 les. 61, 1. 7 Ps. 44 (45), 7. 21 Ps. 109 (110), 1.)
ὅθεν οὐδὲ σωματικῶς παρὰ Ἰουδαίοις χρισθέντα αὐτὸν ἡ ἱστορία παραδίδωσιν, ἀλλ’ οὐδ’ ἐκ φυλῆς τῶν ἱερωμένων γενόμενον, ἐξ αὐτοῦ δὲ τοῦ θεοῦ πρὸ ἑωσφόρου μὲν, τουτέστι πρὸ τῆς τοῦ κόσμου συστάσεως οὐσιωμένον, ἀθάνατον δὲ καὶ ἀγήρω τὴν ἱερωσύνην εἰς τὸν ἄπειρον αἰῶνα διακατέχοντα.
τῆς δ’ εἰς αὐτὸν γενομένης ἀσωμάτου καὶ ἐνθέου χρίσεως μέγα καὶ ἐναρλὲς τεκμήριον τὸ μόνον αὐτὸν ἐξ ἁπάντων τῶν πώποτε εἰσέτι καὶ νῦν παρὰ πᾶσιν ἀνθρώποις καθ’ ὅλου τοῦ κόσμου Χριστὸν ἐπιφημίζεσθαι , ὁμολογεῖσθαί τε καὶ μαρτυρεῖσθαι πρὸς ἀπάντων ἐπὶ τῇ προσηγορίᾳ, παρά τε Ἓλλησι καὶ βαρβάροις μνημονεύεσθαι, καὶ εἰσέτι καὶ νῦν παρὰ τοῖς ἀνὰ τὴν οἰκουμένην αὐτοῦ θιασώταις τιμᾶσθαι μὲν ὡς βασιλέα, θαυμάζεσθαι δὲ ὑπὲρ προφήτην, δοξάζεσθαί τε ὡσὰν ἀληθῆ καὶ μόνον θεοῦ ἀρχιερέα, καὶ ἐπὶ πάσι τούτοις οἷα θεοῦ λόγον προόντα καὶ πρὸ αἰώνων ἀπάντων οὐσιωμένον, τὴν σεβάσμιον τιμὴν παρὰ τοῦ πατρὸς ὑπειληφότα , καὶ προσκυνεῖσθαι ὡσὰν θεόν.
τό γε μὴν ἀπαντῶ παραδοξότατον, ὅτι μὴ φωναῖς αὐτὸ μόνον καὶ ῥημάτων ψόφοις αὐτὸν γεραίρομεν οἱ καθωσιωμένοι αὐτῷ, ἀλλὰ καὶ πάσῃ διαθέσει ψυχῆς , ὡς καὶ αὐτῆς προτιμᾶν τῆς ἑαυτῶν ζωῆς τὴν εἰς αὐτὸν μαρτυρίαν.
[Nic. Η. E. I, 5] Ταῦτα μὲν οὖν ἀναγκαίως πρὸ τῆς ἱστορίας ἐνταῦθά μοι κείσθω, ὡς ἂν μὴ νεώτερόν τις εἶναι νομίσειε τὸν σωτῆρα καὶ κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν διὰ τοὺς τῆς ἐνσάρκου πολιτείας αὐτοῦ χρόνους. ἔνα δὲ μηδὲ τὴν διδασκαλίαν αὐτοῦ νέαν εἶναι καὶ ξένην, ὡσὰν ὑπὸ νέου καὶ μηδὲν τῶν
ἄρτι μὲν ὁμολογουμένως τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας νεωστὶ πᾶσιν ἀνθρώποις ἐπιλαμψάσης, νέον ὁμολογουμένως ἔθνος οὐ μικρὸν οὐδ’ ἐπὶ γωνίας ποι γῆς ἱδρυμένον, ἀλλὰ καὶ πάντων τῶν ἐθνῶν πολυανθρωπότατόν τε καὶ θεοσεβέστατον, ταύτῃ τε ἀνώλεθρον καὶ ἀήττητον, ᾗ καὶ εἰς ἀεὶ τῆς παρὰ θεοῦ βοηθείας τυγχάνει, χρόνων προθεσμίαις ἀρρήτοις ἀθρόως οὕτως ἀναπέφηνε, τὸ παρὰ τοῖς πᾶσι τῇ τοῦ Χριστοῦ προσηγορίᾳ τετιμημένον.
τοῦτο καὶ προφητῶν κατεπλάγη τις θείου πνεύματος ὀφθαλμῷ τὸ μέλλον ἔσεσθαι προθεωρήσας, ὡς καὶ τάδε ἀναφθέγξασθαι τίς ἤκουσε τοιαῦτα, καὶ τίς ἐλάλησεν οὕτως; εἰ ὤδινε γῆ ἐν μιᾷ ἡμέρᾳ, καὶ εἰ ἐτέχθη ἔθνος εἰσάπαξ. ὑποσημαίνει δέ πως καὶ τὴν μέλλουσαν ὁ αὐτὸς προσηγορίαν λέγων “τοῖς δὲ δουλεύουσί μοι κληθήσεται ὄνομα καινὸν, ὃ εὐλογηθήσεται ἐπὶ τῆς γῆς. ”
ἀλλ’ εἰ καὶ νέοι σαφῶς ἡμεῖς, καὶ τοῦτο καινὸν ὄντως ὄνομα τὸ Χριστιανῶν ἀρτίως παρὰ πᾶσιν ἔθνεσι γνωρίζεται, ὁ βίος δ’ οὖν ὅμως καὶ τῆς ἀγωγῆς ὁ τρόπος αὐτοῖς εὐσεβείας δόγμασιν ὅτι μὴ ἔναγχος ὑφ’ ἡμῶν ἐπιπέπλασται, ἐκ πρώτης δὲ ὡς εἰπεῖν ἀνθρωπογονίας φυσικαῖς ἐννοίαις τῶν πάλαι θεοφιλῶν ἀνδρῶν κατωρθοῦτο, ὧδέ πως ἐπιδείξομεν.
οὐ νέον, ἀλλὰ καὶ παρὰ πᾶσιν ἀνθρώποις ἀρχαιότητι τετιμημένον ἔθνος , τοῖς πᾶσι καὶ αὐτὸ γνώριμον, τὸ Ἑβραίων τυγχάνει. λόγοι δὴ παρὰ τούτῳ καἲ γράμματα παλαιοὺς ἄνδρας περιέχουσι, σπανίους μὲν καὶ ἀριθμῷ βραχεῖς , ἀλλ’ ὅμως εὐσεβείᾳ καὶ δικαιο- [*](14 les. 66, 8. 17 les, 65, 15.)
πάντας δὴ ἐκείνους ἐπὶ δικαιοσύνῃ μεμαρτυρημένους, ἐξ αὐτοῦ Ἀβραὰμ ἐπὶ τὸν πρῶτον ἀνιοῦσιν ἄνθρωπον, ἔργῳ Χριστιανοὺς εἰ καὶ μὴ ὀνόματι προσειπών τις οὐκ ἂν ἐκτὸς βάλοι τῆς ἀληθείας.
ὃ γάρ τοι δηλοῦν ἐθέλει τοὔνομα τὸ Χριστιανοῦ, ἄνδρα διὰ τῆς τοῦ Χριστοῦ γνώσεως καὶ διδασκαλίας, σωφροσύνῃ καὶ δικαιοσύνῃ, καρτερίᾳ τε βίου καὶ ἀρετῆς ἀνδρείᾳ, εὐσεβείας τε ὁμολογίᾳ ἑνὸς καὶ μόνου τοῦ ἐπὶ πάντων θεοῦ διαπρέπειν, τοῦτο πᾶν ἐκείνοις οὐ χεῖρον ἡμῶν ἐσπουδάζετο.
οὔτ᾿ οὖν σώματος αὐτοῖς περιτομῆς ἔμελεν, ὅτι μηδὲ ἡμῖν, οὔτε σαββάτων ἐπιτηρήσεως, ὅτι μηδὲ ἡμῖν· ἀλλ᾿ οὐδὲ τῶν τοιῶνδε τροφῶν πα φυλακῆς, οὐδὲ τῶν ἄλλων διαστολῆς, ὅσα τοῖς μετέπειτα πρῶτος ἁπάντων Μωυσῆς ἀρξάμενος ἐν συμβόλοις τελεῖσθαι παραδέδωκεν, ὅτι μηδὲ νῦν Χριστιανῶν τὰ τοιαῦτα· ἀλλὰ καὶ σαφῶς αὐτὸν ᾔδεσαν τὸν Χριστὸν τοῦ θεοῦ, εἴ γε ὦφθαι μὲν τῷ Ἀβραὰμ, χρηματίσαι δὲ τῷ Ἰσαὰκ, λελαληκέναι δὲ τῷ Ἰακὼβ, Μωυσεῖ τε καὶ τοῖς μετὰ ταῦτα προφήταις ὡμιληκέναι προδέδεικται.
ἔνθεν αὐτοὺς δὴ τοὺς θεοφιλεῖς ἐκείνους εὕροις ἂν καὶ τῆς τοῦ Χριστοῦ κατηξιωμένους προσωνυμίας, κατὰ τὴν φάσκουσαν περὶ αὐτῶν φωνήν “μὴ ἅψησθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύτεσθε.”
ὥστε σαφῶς πρώτην ἡγεῖσθαι δεῖν καὶ πάντων παλαιτάτην τε καὶ ἀρχαιο- [*](28 1. Paral. 16, 22.)
εἰ δὲ δὴ μακρῷ ποθ’ ὕστερον χρόνῳ περιτομῆς φασι τὸν Ἀβραὰμ ἐντολὴν εἰληφέναι, ἀλλά γε πρὸ ταύτης δικαιοσύνην διὰ πίστεως μαρτυρηθεὶς ἀνείρηται, ὧδέ πως φάσκοντος τοῦ θείου λόγου “ ἐπίστευσε δὲ Ἀβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. ”
καὶ δὴ τοιούτῳ πρὸ τῆς περιτομῆς γεγονότι χρησμὸς ὕπο του φήναντος ἑαυτὸν αὐτῷ θεοῦ οὗτος δ’ ἦν αὐτὸς ὁ Χριστὸς ὁ τοῦ θεοῦ λόγος) περὶ τῶν ἐν τοῖς μετέπειτα χρόνοις τὸν ὅμοιον αὐτῷ δικαιοῦσθαι τρόπον μελλόντων ῥήμασιν αὐτοῖς προε- πήγγελται λέγων ‘καὶ ἐνευλογηθήσονται ἐν σοὶ πάσαι αἱ φυλαὶ τῆς γῆς. καὶ ὡς ὅτι ἔσται εἰς ἔθνος μέγα καὶ πολύ. καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς. ”
τούτῳ δὲ καὶ ἐπιστῆσαι εἰς ἡμᾶς ἐκπεπληρωμένῳ πάρεστι. πίστει μὲν γὰρ ἐκεῖνος τῇ εἰς τὸν ὀφθέντα αὐτῷ τοῦ θεοῦ λόγον τὸν Χριστὸν δεδικαίωτο, πατρῴας μὲν ἀποστὰς δεισιδαιμονίας καὶ πλάνης βίου προτέρας, ἔνα δὲ τὸν ἐπὶ πάντων ὁμο- λογήσας θεὸν, καὶ τοῦτον ἔργοις ἀρετῆς, οὐχὶ δὲ θρησκείᾳ νόμου τοῦ μετὰ ταῦτα Μωυσέως θεραπεύσας. τοιούτῳ τε ὄντι εἴρητο ὅτι δὴ πᾶσαι αἱ φυλαὶ τῆς γῆς καὶ πάντα τὰ ἔθνη ἐν αὐτῷ εὐλογηθήσονται.
ἔργοις δὲ λόγων ἐναργεστέροις ἐπὶ τοῦ παρόντος παρὰ μόνοις Χριστιανοῖς καθ’ ὅλης τῆς οἰκουμένης ἀσκούμενος αὐτὸς ἐκεῖνος ὁ τῆς θεοσεβείας του Ἀβραὰμ ἀναπέφηνε τρόπος.