Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H. E. II, 7 et Euagr. IV, 29] ’H τοῦ κυρίου καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ θειότης, εἰς πάντας ἀνθρώπους τῆς παραδοξοποιοῦ δυνάμεως ἕνεκεν βοωμένη , μυρίους ὅσους καὶ τῶν ἐπ’ άλλοδαπῆς πορρωτάτω τε τῆς Ἰουδαίας νόσων καὶ παντοίων παθῶν ἐλπίδι θεραπείας ἐπήγετο.

ταύτῃ τοι βασιλεὺς Ἂβγρος, τῶν ὑπὲρ Εὐφράτην ἐθνῶν έπισημότατα δυναστεύων , πάθει τὸ σῶμα δεινῷ καὶ οὐ θεραπευτῷ ὅσον ἐπ’ ἀνθρωπείᾳ δυνάμει καταφθει- ρόμενος , ὡς καὶ τοὔνομα τοῦ Ἰησοῦ πολὺ καὶ τὰς δυνάμεις συμφώνως πρὸς ἁπάντων μαρτυρουμένας ἐπύθετο, ἱκέτης αὐτοῦ πέμψας δι’ ἐπιστοληφόρου γίνεται, τῆς νόσου τυχεῖν ἀπαλλαγῆς ἀξιῶν.

ὁ δὲ μὴ τότε καλοῦντι ὑπακούσας ἐπιστολῆς γοῦν αὐτὸν ἰδίας καταξιοῖ, ἴνα τῶν αὑτοῦ μαθητῶν ἀποστέλλειν ἐπὶ θεραπείᾳ τῆς νόσου, ὁμοῦ τε αὐτοῦ σωτηρίαν καὶ τόν προσηκόντων ἁπάντων ὑπισχνούμενος.

οὐκ εἰς μακε`ν δὲ ἄρα αὐτῷ ἐπληροῦτο τὰ τῆς ἐπαγγε- λίας. μετὰ γοῦν τὴν ἐκ νεκρῶν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἄνοδον Θωμᾶς, τῶν ἀποστόλων εἶς τῶν δώδεκα, Θαδδαῖον, ἐν ἀριθμῷ καὶ αὐτὸν τῶν ἑβδο- μήκοντα τοῦ Χριστοῦ μαθητῶν κατειλεγμένον , κινήσει θειοτέρᾳ ἐπὶ τὴν Ἒδεσσαν κήρυκα καὶ εὐαγγελιστὴν τῆς περὶ τοῦ Χριστοῦ διδασκαλίας ἐκπέμπει, πάντα τε δι’ αὐτοῦ τὰ τῆς τοῦ σωτῆρος ἡμῶν τέλος ἐλάμβανεν ἐπαγγελίας.

ἔχεις καὶ τούτων ἀνάγραπτον τὴν μαρτυρίαν , ἐκ τῶν κατὰ Ἒδεσσαν τὸ τηνικαῦτα βασιλευομένην πόλιν γραμματοφυλακείων ληφθεῖσαν. ἐν γοῦν τοῖς αὐτόθι δημοσίοις χάρταις, τοῖς τὰ παλαιὰ

v.4.p.40
καὶ τὰ ἀμφὶ τὸν Ἄβγαρον πραχθέντα περιέχουσι, καὶ ταῦτα εἰσέτι νῦν ἐξ ἐκείνου πεφυλαγμένα εὕρηται- οὐδὲν δὲ οἷον καὶ αὐτῶν ἀπακοῦσαι τῶν ἐπιστολῶν, ἀπὸ τῶν ἀρχείων ἡμῖν ἀναληφθεισῶν, καὶ τόνδε αὐ- τοῖς ῥήμασιν ἐκ τῆς Σύρων φωνῆς μεταβληθειῶν τὸν τρόπον.

  • ᾿Αντίγραφον ἐπιστολῆς γραφείσης ὑπὸ ᾿Αβγάρου τοπάρχου
  • τῷ ᾿Ιησοῦ, καὶ πεμφθείσης αὐτῷ δι᾿ ᾿Ανανία ταχυδρόμου
  • εἰς ῾Ιεροσόλυμα.
  • “Ἄβγαρος τοπάρχης ᾿Εδέσσης ᾿Ιησοῦ σωτῆρι “ἀγαθῷ ἀναφανέντι ἐν τόπῳ ῾Ιεροσολύμων χαίρειν. “ἤκουσταί μοι τὰ περὶ σοῦ καὶ τῶν σῶν ἰαμάτων, ὡς “ἄνευ φαρμάκων καὶ βοτανῶν ὑπὸ σοῦ γινομένων. “ὡς γὰρ λόγος, τυφλοὺς ἀναβλέπειν ποιεῖς, χωλοὺς “περιπατεπῖν, καὶ λεπροὺς ἀναβλέπειν ποιεῖς, χωλοὺς “πνεύματα καὶ δαίμονας ἐκβάλλεις, καὶ τοὺς ἐν μα- “κρονοσίᾶ βασανιζομένους θεραπεύεις, καὶ νεκροὺς “ἐγείρεις.

    καὶ ταῦτα πάντα ἀκούσας περὶ σοῦ κατὰ “νοῦν ἐθέμην τὸ ἕτερον τῶν δύο, ἢ ὅτι σὺ εἶ ὁ θεὸς “καὶ καταβὰς ἀπὸ τοῦ οὐρανοῦ ποιεῖς ταῦτα, ἢ υἱὸς “εἶ τοῦ θεοῦ ποιῶν ταῦτα.

    διὰ τοῦτο τοίνυν γρά- “ψας ἐδεήθην σου σκυλῆναι πρὸς ἐμὲ, καὶ τὸ πάθος, “ὃ ἔχω, θεραπεῦσαι. καὶ γὰρ ἤκουσα ὅτι καὶ ᾿Ιουδαῖοι “καταγογγύζουσί σου καὶ βούλονται κακῶσαίσε. πόλις “δὲ μικροτάτη μοί ἐστι καὶ σεμνὴ, ἥτις ἐξαρκεῖ ἀμφο- “τέροις.”

    [Καὶ ταῦτα μὲν οὕτως ἔγραψε, τῆς θείας αὐτὸν τέως μικρὸν αὐγασάσης ἀλλάμψεως. ἄξιον δὲ καὶ τῆς πρὸς τοῦ ᾿Ιησοῦ αὐτῷ διὰ τοῦ αὐτοῦ γραμματοκομιστοῦ ἀποσταλείσης ἀπακοῦσαι ὀλιγοστίχου μὲν, πολυδυνάμου δὲ ἐπιστολῆς, τοῦτον ἐχούσης καὶ αὐτῆς τὸν τρόπον.]

    v.4.p.41
  • Τὰ ἀντιγραφέντα ὑπὸ Ἰησοῦ διὰ Ἀνανία ταχυδρόμου τοπάρχῃ
  • ᾿Αβγάρῳ.
  • “Μακάριος εἶ πιστεύσας ἐν ἐμοὶ μὴ ἑωρα- “κώς με. γέγραπται γὰρ περὶ ἐμοῦ τοὺς ἑωρακότας “με μὴ πιστεύσειν μοι, καὶ ἵνα οἱ μὴ ἑωρακότες αὐ- “τοὶ πιστεύσωσι καὶ ζήσωνται. περὶ δὲ οὗ ἔργαψάς “μοι ἐλθεῖν πρὸς σὲ, δέον ἐστὶ πάντα, δι᾿ ἃ ἀπεστά- “λην, ἐνταῦθα πληρῶσαί με, καὶ μετὰ τὸ πληρῶσαι “οὕτως ἀναληφθῆναι πρὸς τὸν ἀποστείλαντά με. καὶ “ἐπειδὰν ἀναληφθῶ, ἀποστελῶ σοί τινα τῶν μαθητῶν “μου, ἵνα ἰάσηταί σου τὸ πάθος καὶ ζωήν σοι καὶ “τοῖς σὺν σοὶ παράσχηται.”

    Ταύταις δὲ ταῖς ἐπιστολαῖς ἔτι καὶ ταῦτα συνῆπτο τῇ Σύρων φωνῇ. μετὰ δὲ τὸ ἀναληφθἠνα τὸν Ἰησοῦν ἀπέστειλεν αὐτῷ Ἰούδας ὁ καὶ Θωμᾶς Θαδδαῖον ἀπόστολον, ἕνα τῶν ἑβδομήκοντα· ὃς ἐλθὼν κατέμενε πρὸς Τωβίαν τὸν τοῦ Τωβία. ὡς δὲ ἠκούσθη περὶ αὐτοῦ, ἐμηνύθη τῷ Ἀβγάρῳ ὅτι ἐλήλυθεν ἐνταῦθα ἀπόστολος τοῦ Ἰησοῦ, καθὰ ἐπέστειλέ σοι.

    ἤρξατο οὖν ὁ Θαδδαῖος ἐν δυνάμει θεοῦ θεραπεύειν πᾶσαν νόσον καὶ μαλακίαν, ὥστε πάντας θαυμάζειν· ὡς δὲ ἤκουσεν ὁ Ἄβγαρος τὰ μεγαλεῖα καὶ τὰ θαυμάσια, ἃ ἐποίει, καὶ ὡς ἐθεράπευεν, ἐν ὑπονοίᾳ γέγονεν ὡς ὅτι αὐτός ἐστι, περὶ οὗ ὁ Ἰησοῦς ἐπέστειλε λέγων, ἐπειδὰν ἀναληφθῶ, ἀποστελῶ σοί τινα τῶν μαθητῶν μου, ὃς τὸ πάθος σου ἰάσετει.

    μετακαλεσάμενος οὖν τὸν Τωβίαν, παρ᾿ ᾧ κατέμενεν, εἶπεν, ἤκουσα ὅτι ἀνήρ τις δυνάστης ἐλθὼν κατέμεινεν ἐν τῇ σῆ οἰκίᾳ· ἀνάγαγε αὐτὸν πρὸς ἐμέ. ἐλθὼν δὲ ὁ Τωβίας παρὰ Θαδδαίῳ εἶπεν αὐτῷ, ὁ τοπάρχης Ἄβγαρος μετακαλεσάμενός με εἶπεν ἀναγα-

    v.4.p.42
    γεῖν σε παρ’ αὐτῷ, ἔνα θεραπεύσῃς αὐτοῦ τὸ πάθος. καὶ ὁ Θαδδαῖος, ἀναβαίνω , ἔφη, ἐπειδήπερ δυνάμει παρ’ αὐτῷ ἀπέσταλμαι.

    ὀρθρίσας οὖν ὁ Τωβίας τῇ ἑξῆς καὶ παραλαβὼν τὸν Θαδδαῖον ἦλθε πρὸς τὸν Ἄβγαρον· ὡς δὲ ἀνέβη, παρόντων καὶ ἑστώτων τῶν μεγιστάνων αὐτοῦ , παραχρῆμα ἐν τῷ εἰσιέναι αὐτὸν ὅραμα μέγα ἐφάνη τῷ Ἀβγάρῳ ἐν τῷ προσώπῳ τοῦ ἀποστόλου Θαδδαίου. ὅπερ ἰδὼν Ἄβγαρος προσεκύνησε τῷ Θαδδαίῳ, θαῦμά τε ἔσχε πάντας τοὺς περιεστῶτας· αὐτοὶ γὰρ οὐχ ἑωράκεσαν τὸ ὅραμα, ὃ μόνῳ τῷ Ἀβγάρῳ ἐφάνη.

    ὃς καὶ τὸν Θαδδαῖον ἤρετο, εἰ ἐπ’ ἀληθείας μαθητὴς εἶ Ἰησοῦ τοῦ υἱοῦ τοῦ θεοῦ, ὃς εἰρήκει πρὸς ἐμέ “ ἀποστελῶ σοί τινα τῶν μαθητῖν μου, ὅστις ἰάσεταί σε καὶ ζωήν σοι παρέξει. καὶ ὁ Θαδδαῖος ἔφη “ ἐπεὶ μεγάλως πεπίστευκας εἰς τὸν ἀποστείλαντά με, διὰ τοῦτο ἀπεστάλην πρὸς σέ. καὶ πάλιν ἐὰν πιστεύσῃς ἐν αὐτῷ, ὡς ἂν πιστεύσῃς ἔσται σοι τὰ αἰτήματα τῆς καρδίας σου.

    καὶ ὁ Ἄβγαρος πρὸς αὐτόν “ οὕτως ἐπίστευσα, φησὶν , ἐν αὐτῷ , ὡς καὶ τοὺς Ἰουδαίους τοὺς σταυρώσαντας αὐτὸν βουλη- θῆναι δύναμιν παραλαβὼν κατακόψαι, εἰ μὴ διὰ τὴν βασιλείαν τὴν Ῥωμαίων ἀνεκόπην τούτου.’ καὶ ὁ Θαδδαῖοςδ εἶπεν “ ὁ κύριος ἡμῶν τὸ θέλημα τοῦ πατρὸς αὐτοῦ πεπλήρωκε , καὶ πληρώσας ἀνελήφθη πρὸς τὸν πατέρα. ”

    λέγει αὐτῷ Ἄβγαρος “κἀγὼ πεπίστευκα εἰς αὐτὸν καὶ εἰς τὸν πατέρα αὐτοῦ.’’ καὶ ὁ Θαδδαῖος “ διὰ τοῦτο , φησὶ , τίθημι τὴν χεῖρά μου ἐπὶ σὲ ἐν ὀνόματι αὐτοῦ. ” καῖ τοῦτο πράξαντος παραχρῆμα ἐθε- ραπεύθη τῆς νόσου καὶ τοῦ πάθους οὗ εἶχεν.

    ἐθαύμασέ τε ὁ Ἄβγαρος , ὅτι καθὼς ἤκουσται αὐτῷ περὶ τοῦ Ἰησοῦ, οὕτως τοῖς ἔργοις παρέλαβε διὰ τοῦ μαθητοῦ αὐτοῦ Θαδδαίου, ὃς αὐτὸν ἄνευ φαρμακείας

    v.4.p.43
    καὶ βοτανῶν ἐθεράπευσεν, καὶ οὐ μόνον, ἀλλὰ καὶ Ἄβδον τὸν τοῦ Ἄβδου ποδάγραν ἔχοντα, ὃς καὶ αὐτὸς προσελθὼν ὑπὸ τοὺς πόδας αὐτοῦ ἔπεσεν, εὐχάς τε διὰ χειρὸς λαβὼν ἐθεραπεύθη · πολλούς τε ἄλλους συμπολίτας αὐτῶν ὁ αὐτὸς ἰάσατο , θαυμαστὰ καὶ μεγάλα ποιῶν , καὶ κηρύσσων τὸν λόγον τοῦ θεοῦ.

    μετὰ δὲ ταῦτα ὁ Ἄβγαρος “ σὺ Θαδδαῖε, ἔφη, σὺν δυνάμει τοῦ θεοῦ ταῦτα ποιεῖς, καὶ ἡμεῖς σε αὐτοὶ ἐθαυμάσαμεν. ἀλλ’ ἐπὶ τούτοις δέομαί σου, διήγησαί μοι περὶ τῆς ἐλεύσεως τοῦ Ἰησοῦ πῶς ἐγένετο , καὶ περὶ τῆς δυνάμεως αὐτοῦ, καὶ ἐν ποίᾳ δυνάμει ταῦτα ἐποίει, ἅτινα ἠκούσαμεν.’’

    καὶ ὁ Θαδδαῖος “νῦν μὲν σιωπήσομαι, ἔφη, ἐπειδὴ κηρῦξαι τὸν λόγον ἀπεστάλην, αὔριον δὲ ἐκκλησίασόν μοι τοὺς πολίτας σου πάντας, καὶ ἐπ’ αὐτῶν κηρύξω τὸν λόγον τοῦ θεοῦ, καὶ σπερῶ ἐν αὐτοῖς τὸν λόγον τῆς ζωῆς, περί τε τῆς ἐλεύσεως τοῦ Ἰησοῦ καθὼς ἐγένετο; καὶ περὶ τῆς ἀποστολῆς αὐτοῦ, καὶ ἕνεκα τίνος ἀπεστάλη ὑπὸ τοῦ πατρὸς , καὶ περὶ τῆς δυνάμεως τῶν ἔργων αὐτοῦ, καὶ μυστηρίων ὧν ἐλάλησεν ἐν τῷ κόσμῳ, καὶ ποίᾳ δυνάμει ταῦτα ἐποίει, καὶ περὶ τῆς καινῆς αὐτοῦ κηρύξεως , καὶ περὶ τῆς σμικρότητος καὶ περὶ τῆς ταπεινώσεως αὐτοῦ, καὶ πῶς ἐταπείνωσεν ἑαυτὸν καὶ ἀπέθανε καὶ ἐσμίκρυνεν αὐτοῦ τὴν θεότητα καὶ ἐσταυρώθη, καὶ κατέβη εἰς τὸν Ἃιδην, καὶ διέσχισε φραγμὸν τὸν ἐξ αἰῶνος μὴ σχισθέντα , καὶ ἀνήγαγεν νεκρούς· καταβὰς γὰρ μόνος συνήγειρεν πολλοὺς , εἶθ’ οὕτως ἀνέβη πρὸς τὸν πατέρα αὐτοῦ.