Historia Ecclesiastica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 4. Dindorf, Luwdig, editor. Leipzig: Teubner, 1871.

[Nic. H, E. I, 19-20] Οὐκ εἰς μακρὸν δὲ τοῦ βαπτιστοῦ Ἰωάννου ὑπὸ τοῦ νέου Ἡρώδου τὴν κεφαλὴν ἀποτμηθέντος μνημονεύει μὲν καὶ ἡ θεία τῶν εὐαγγελίων γραφή· συνιστορεῖ γε μὴν καὶ ὁ ᾿Ιώσηπος, ὀνομαστὶ τῆς τε Ἡρωδιάδος μνήμην πεποιημένος καὶ ὡς ἀδελφοῦ γυναῖκα οὖσαν αὐτὴν ἠγάγετο [*](29 A. I. XVIIL 5.)

v.4.p.36
πρὸς γάμον Ἡρώδης , ἀθετήσας μὲν τὴν προτέραν αὐτῷ κατὰ νόμους γεγενημένην Ἀρέτα δ’ ἦν αὕτη τοῦ Πετραίων βασιλέως θυγάτηρ), τὴν δὲ Ἡρωδιάδα ζῶντος διαστήσας τοῦ ἀνδρός · δι’ ἣν καὶ τὸν ‘Ιωάννην ἀνελὼν πόλεμον αἴρεται πρὸς τὸν Ἀρέταν, ὡσὰν ἠτιμασμένης αὐτῷ τῆς θυγατρός.

ἐν ᾧ πολέμῳ μάχης γενομένης πάντα φησὶ τὸν Ἡρώδου στρατὸν διαφθαρῆναι, καὶ ταῦτα πεπονθέναι τῆς ἐπιβουλῆς ἕνεκεν τῆς κατὰ τοῦ Ἰωάννου γεγενημένης.

ὁ δ’ αὐτὸς Ἰώσηπος ἐν τοῖς μάλιστα δικαιότατον καὶ βαπτιστὴν ὁμολογῶν γεγονέναι τὸν Ἰωάννην, τοῖς περὶ αὐτοῦ κατὰ τὴν τῶν εὐαγγελίων γραφὴν ἀναγεγραμμένοις συμμαρτυρεῖ. ἱστορεῖ δὲ καὶ τὸν Ἡρώδην τῆς βασιλείας ἀποπεπτωκέναι διὰ τὴν αὐτὴν Ἡρωδιάδα, μεθ’ ἧς αὐτὸν καὶ εἰς τὴν ὑπερορίαν ἀπεληλάσθαι, Βίενναν τῆς Γαλλίας οἰκεῖν καταδικασθέντα.

καὶ ταῦτά γε αὐτῷ ἐν ὀκτωκαιδεκάτῳ τῆς ἀρχαιολογίας δεδήλωται, ἔνθα συλλαβαῖς αὐταῖς περὶ τοῦ ‘Ιωάννου ταῦτα γράφει ‘τισὶ δὲ τῶν Ἰουδαίων ἐδόκει ὀλω- “λέναι τὸν Ἡρώδου στρατὸν ὑπὸ τοῦ θεοῦ, καὶ μάλα “δικαίως τιννυμἐνου κατὰ ποινὴν Ἰωάννου τοῦ κα- “ λουμένου βαπτιστοῦ.

κτείνει γὰρ τοῦτον Ἡρώ- ‘δης, ἀγαθὸν ἄνδρα καὶ τοῖς Ἰουδαίοις κελεύοντα, “ἀρετὴν ἐπασκοῦσι καὶ τὰ πρὸς ἀλλήλους δικαιοσύνῃ “ καὶ πρὸς τὸν θεὸν εὐσεβείᾳ χρωμένοις βαπτισμῷ “συνιέναι. οὕτω γὰρ δὴ καὶ τὴν βάπτισιν ἀποδέκτην αὐτῷ φανεῖσθαι , μὴ ἐπί τινων ἁμαρτάδων παραι- “τήσει χρωμένων , ἀλλ’ ἐφ’ ἁγνείᾳ τοῦ σώματος, ἄτε “ δὴ καὶ τῆς ψυχῆς δικαιοσύνῃ προεκκεκαθαρμένης. ’

καὶ τῶν ἄλλων συστρεφομένων καὶ γὰρ ἥσθησαν [*](19 A. I. VIII, 5, 2.)

v.4.p.37
“ ἐπὶ πλεῖστον τῇ ἀκροάσει τῶν λόγων) , δείσας ‘Ηρώ- “δης τὸ ἐπὶ τοσόνδε πιθανὸν αὐτοῦ τοῖς ἀνθρώποις, “ μὴ ἐπὶ ἀποστάσει τινὶ φέροι , πάντα γὰρ ἐῴκεσαν “συμβουλῇ τῇ ἐκείνου πράξοντες) , πολὺ κρεῖττον “ἡγεῖται, πρίν τι νεώτερον ἀπ’ αὐτοῦ γενέσθαι, προ- “λαβὼν ἀναιρεῖν, ἢ μεταβολῆς γενομένης εἰς πρά- “ γματα ἐμπεσὼν μετανοεῖν. καὶ ὁ μὲν ὑποψίᾳ τῇ “Ἡρώδου δέσμιος εἰς τὸν Μαχαιροῦντα πεμφθεὶς, τὸ “ προειρημένον φρούριον , ταύτῃ κτίννυται.

ταῦτα περὶ τοῦ Ἰωάννου διελθὼν καὶ τοῦ σωτῆρος ἡμῶν κατὰ τὴν αὐτὴν τοῦ συγγράμματος ἱστορίαν ὧδέ πως μέμνηται ‘γίνεται δὲ κατὰ τοῦτον τὸν χρόνον Ἰησοῦς, “ σοφὸς ἀνὴρ , εἴ γε ἄνδρα αὐτὸν λέγειν χρή. ἦν γὰρ “ παραδόξων ἔργων ποιητὴς , διδάσκαλος ἀνθρώπων “τῶν ἡδονῇ τἀληθῆ δεχομένων, καὶ πολλοὺς μὲν τῶν ‘Ἰουδαίων , πολλοὺς δὲ καὶ ἀπὸ τοῦ Ἑλληνικοῦ ἐπη- “γάγετο.

ὁ Χριστὸς οὗτος ἦν. καὶ αὐτὸν ἐνδείξει “τῶν πρώτων ἀνδρῶν παρ’ ἡμίν σταυρῷ ἐπιτετἰμη- “ κότος Πιλάτου, οὐκ ἐπαύσαντο οἶ τὸ πρῶτον ἀγα- “ πήσαντες. ἐφάνη γὰρ αὐτοῖς τρίτην ἔχων ἡμέραν “πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτά τε καὶ ἄλλα “ μυρία περὶ αὐτοῦ θαυμάσια εἰρηκότω ’ν. εἰσέτι τε “ νῦν τῶν Χριστιανῶν ἀπὸ τοῦδε ὠνομασμένων οὐκ “ ἐπέλιπε τὸ φῦλον.’’

ταῦτα τοῦ ἐξ αὐτῶν Ἐβραίων συγγραφέως ἀνέκαθεν τῇ ἑαυτοῦ γραφῇ περί τε τοῦ βαπτιστοῦ Ἰωάννου καὶ τοῦ σωτῆρος ἡμῶν παραδεδωκότος, τίς ἂν ἔτι λείποιτο ἀποφυγὴ τοῦ μὴ ἀναισχύντους ἀπελέγχεσθαι τοὺς τὰ κατ’ αὐτῶν πλασαμένους ὑπομνήματα; ἀλλὰ ταῦτα μὲν ἐχέτω ταύτῃ.