Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
“ Τοῦ δὲ Ἰουδαίων ἔθνους καὶ Χοιρίλος ἀρχαῖος [*](30 Τοῦ δὲἸουδαίων — ] loseph. c. Apion, I, 22. p. 454.)
v.1.p.478
γενόμενος ποιητὴς μέμνηται, καὶ ὡς συνεστράτευσαν τῷ βασιλεῖ Ξέρξῃ ἐπὶ τὴν Ἑλλάδα. λέγει δὲ οὕτως δῆλον δ᾿ ἐστὶν ὅτι περὶ Ἰουδαίων αὐτῷ ταῦτ᾿ εἴρητο ἐκ τοῦ καὶ τὰ Ἱεροσόλυμα ἐν τοῖς παρ᾿ Ἕλλησι Σολύμοις ὀνομαζομένοις ὄρεσι κεῖσθαι, πλησίον δὲ εἶναι τὴν Ἀσφαλτῖτιν λίμνην, πλατυτάτην οὖσαν κατὰ τὸν ποιητὴν καὶ μείζονα πασῶν τῶν ἐν τῇ Συρίᾳ λιμνῶν.”
Ταῦτα μὲν οὖν καὶ οὗτος.