Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Τούτοις ἐπισυνάψαι ἀναγκαῖον καὶ τὰ περὶ τῆς Ἰουδαίων αἰχμαλωσίας τῆς ὑπὸ Ναβουχοδονόσορ γεγενημένης

“ Συμμίξας δὲ Ναβουχοδονόσορ τῷ ἀποστάτῃ καὶ παραταξάμενος αὐτοῦ τε ἐκυρίευσε καὶ τὴν χώραν ἐξαῦθις ὑπὸ τὴν αὐτοῦ βασιλείαν ἐποιήσατο.

τῷ τε πατρὶ αὐτοῦ συνέβη Ναβοπαλλασάρῳ, κατὰ τοῦτον τὸν καιρὸν ἀρρωστήσαντι , ἐν τῇ Βαβυλωνίων πόλει μεταλλάξαι τὸν βίον, ἔτη βεβασιλευκότι κά· αἰσθόμενος δὲ μετ’ οὐ πολὺν χρόνον τὴν τοῦ πατρὸς τελευτὴν Ναβουχοδονόσορος, καταστήσας τὰ κατὰ τὴν Αἴγυπτον πράγματα καὶ τὴν λοιπὴν χώραν καὶ τοὺς αἰχμαλώτους Ἰουδαίων τε καὶ Φοινίκων καὶ Σύρων τῶν κατὰ τὴν Αἴγυπτον ἐθνῶν συντάξας τισὶ τῶν φίλων εἰς τὴν Βαβυλωνίαν παρεγένετο. ”

[*](19 Συμμίξας δὲ Iosephus c. Apion. 1, 19. 20. p. 450. 451.)
v.1.p.525

Καὶ μεθ’ ἕτερά φησι

“Ναβουχοδονόσορος μὲν οὖν μετὰ τὸ ἄρξασθαι τοῦ προειρημένου τείχους ἐμπεσὼν εἰς ἀρρωστίαν μετήλλαξε τὸν βίον, βεβασιλευκὼς ἔτη μγ, τῆς δὲ βασιλείας κύριος ἐγένετο ὁ υἱὸς αὐτοῦ Εὐιλμαλούρουχος.

οὗτος προστὰς τῶν πραγμάτων ἀνόμως καὶ ἀσελγῶς, ἐπιβουλευθεὶς ὑπὸ τοῦ τὴν ἀδελφὴν ἔχοντος αὐτοῦ Νηριγλισάρου, ἀνῃρέθη, βασιλεύσας ἔτη β.

μετὰ δὲ τὸ ἀναιρεθῆναι τοῦτον διαδεξάμενος τὴν ἀρχὴν ὁ ἐπιβουλεύσας αὐτῷ Νηριγλίσαρος ἐβασίλευσεν ἔτη δ. τούτου υἱὸς Χαβαεσσοαρᾶχος ἐκυρίευσε μὲν τῆς βασιλείας, παῖς ὢν, μῆνας ἐννέα· ἐπιβουλευθεὶς δὲ, διὰ τὸ πολλὰ ἐκφαίνειν κακοήθη, ὑπὸ τῶν φίλων ἀπετυμπανίσθη.