Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ἑκαταῖος δὲ ὁ Ἀβδηρίτης, ἀνὴρ φιλόσοφος ἅμα καὶ περὶ τὰς πράξεις ἱκανώτατος, ἰδίαν βίβλον ἀναθεὶς τῇ περὶ Ἰουδαίων ἱστορίᾳ, πλεῖστα περὶ αὐτῶν διέξεισιν, ἀφ᾿ ὧν ἐπὶ τοῦ παρόντος ἀρκέσει παρατεθέντα ταῦτα

“Ἔστι γὰρ τῶν Ἰουδαίων τὰ πολλὰ ὀχυρώματα κατὰ τὴν χώραν καὶ κῶμαι· μία δὲ ἡ Ἱερουσαλὴμ πόλις ὀχυρὰ, πεντήκοντα μάλιστα σταδίων τὴν περίμετρον, ἣν οἰκοῦσι μὲν ἀνθρώπων περὶ δώδεκα μυριάδες, καλοῦσι δ᾿ αὐτὴν Ἱεροσόλυμα.

ἐνταῦθα δέ ἐστι κατὰ μέσον μάλιστα τῆς πόλεως περίβολος λίθινος, μῆκος ὡς πεντάπλεθρος, εὖρος δὲ πήχεων ἑκατὸν, ἔχων διπλᾶς πύλας, ἐν ᾧ βωμός ἐστι τετράγωνος, ἀτμήτων συλλέκτων ἀργῶν λίθων οὕτω συγκείμενος· πλευρὰν δὲ ἑκάστην εἴκοσι πήχεων, ὕψος δωδεκάπηχυ.

καὶ παρ᾿ αὐτὸν οἴκημα μέγα, οὗ βωμός ἐστι καὶ λυχνίον· ἀμφότερα χρυσᾶ, δύο τάλαντα τὴν ὁλκήν· ἐπὶ δὲ τούτων φῶς ἐστιν ἀναπόσβεστον καὶ τὰς νύκτας καὶ τὰς ἡμέρας. ἄγαλμα δ᾿ οὐκ ἔστιν οὐδ᾿ ἀνάθημα τοπαράπαν, οὐδὲ φύτευμα παντελῶς, οὐδὲ οἷον ἀλσῶδες, ἤ τι τοιοῦτον.

διατρίβουσι δ᾿ ἐν αὐτῷ καὶ τὰς νύκτας καὶ τὰς ἡμέρας ἱερεῖς, ἁγνείας τινὰς ἁγνεύοντες, καὶ τοπαράπαν οἷνον οὐ πίνοντες ἐν τῷ ἱερῷ.”

Ταῦτα εἰπὼν ὑποβὰς ὅτι καὶ Ἀλεξάνδρῳ τῷ βασιλεῖ συνεστρατεύσαντο, καὶ μετὰ ταῦτα τοῖς διαδόχοις αὐτοῦ, μεμαρτύρηκεν. οἷς δ᾿ αὐτὸς παρατυχεῖν φησιν ὑπ᾿ ἀνδρὸς Ἰουδαίου κατὰ τὴν στρατείαν γενομένοις, τοῦτο παραθήσομαι. λέγει δὲ οὕτως

“Ἐμοῦ γοῦν ἐπὶ τὴν ἐρυθρὰν θάλασσαν βαδί- [*](6 Ἔστι γὰρ —] Ioseph. c. Apion. I, 22. p. 456.)

v.1.p.474
ζοντος συνηκολούθει τις μετὰ τῶν ἄλλων τῶν παραπεμπόντων ἡμὰς ἱππέων Ἰουδαίων ὄνομα Μοσόμαμος, ἄνθρωπος ἱκανὸς κατὰ ψυχὴν, εὔρωστος, καὶ τοξότης ὑπὸ δὴ πάντων ὁμολογούμενος καὶ Ἑλλήνων καὶ τῶν βαρβάρων ἄριστος.

οὗτος οὖν ὁ ἄνθρωπος, βαδιξόντων πολλῶν κατὰ τὴν ὁδὸν, καὶ μάντεως τινος ὀρνιθενομένου, καὶ πάντας ἐπισχεῖν ἀξιοῦντος, ἠρώτησε διὰ τί προσμένουσι · δείξαντος δὲ τοῦ μάντεως αὐτῷ τὸν ὄρνιθα, καὶ φήσαντος, ἐὰν μὲν αὐτοῦ μένῃ, προσμένειν συμφέρει πᾶσιν, ἐὰν δὲ ἀναστὰς εἰς τοὔμπροσθεν πέτηται, προάγειν, ἐὰν δὲ εἰς τὸ ὄπισθεν, ἀναχωρεῖν αὖθις· σιωπήσας καὶ ἑλκύσας τὸ τόξον ἔβαλε, καὶ τὸν ὄρνιθα πατάξας ἀπέκτεινεν.

ἀγανακτούντων δὲ τοῦ μάντεως καί τινων ἄλλων καὶ καταρωμένων αὐτῷ, Τί μαίνεσθε, ἔφη, κακαδαίμονες; εἶτα τὸν ὄρνιθα λαβὼν εἰς τὰς χεῖρας, Πῶς γὰρ οὗτος, ἔφη, τὴν αὑτοῦ σωτηρίαν οὐ προι·δὼν, περὶ τῆς ἡμετέρας πορείας ἡμῖν ἄν τι ὑγιὲς ἀνήγγειλεν; εἰ γὰρ ἠδύνατο προγινώσκειν τὸ μέλλον , εἰς τὸν τόπον τοῦτον οὐκ ἂν ἦλθε , φοβούμενος μὴ τοξεύσας αὐτὸν ἀποκτείνῃ Μοσόμαμος ὁ Ἰουδαῖος. καὶ ταῦτα μὲν ὁ Ἑκαταῖος.