Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Σούρων Σολομῶνι βασιλεῖ μεγάλῳ χαίρειν.

Εὐλογητὸς ὁ θεὸς, ὃς τὸν οὐρανὸν καὶ τὴν γῆν ἔκτισεν, ὃς εἴλετο ἄνθρωπον χρηστὸν ἐκ χρηστοῦ ἀνδρός. ἅμα τῷ ἀναγνῶναι τὴν παρὰ σοῦ ἐπιστολὴν σφόδρα ἐχάρην, καὶ εὐλόγησα τὸν θεὸν ἐπὶ τῷ παρειληφέναι σὲ τὴν βασιλείαν.

περὶ δὲ ὧν γράφεις μοι περὶ τῶν κατὰ τοὺς λαοὺς τοὺς παρ’ ἡμῖν ἀπέσταλκά σοι Τυρίων καὶ Φοινίκων ὀκτακισμυρίους, καὶ ἀρχιτέκτονά σοι ἀπέσταλκα ἄνθρωπον Τύριον, ἐκ μητρὸς Ἰουδαίας, ἐκ τῆς φυλῆς τῆς Δαβίδ. ὑπὲρ ὧν ἂν αὐτὸν ἐρωτήσῃς τῶν ὑπὸ τὸν οὐρανὸν πάντων, καὶ ἀρχιτεκτονίαν , ὑφηγήσεταί σοι καὶ ποιήσει.

περὶ δὲ τῶν δεόντων καἰ ἀποστελλομένων σοι παίδων καλῶς ποιήσεις ἐπιστείλας τοῖς κατὰ τόπον ἐπάρχοις, ὅπως χορηγῆται τὰ δέοντα.’’

’’ Διελθὼν δὲ Σολομῶν, ἔχων τοὺς πατρικοὺς φίλους ἐπὶ τὸ ὄρος τὸ τοῦ Λιβάνου μετὰ τῶν Σιδωνίων καὶ Τυρίων, μετήνεγκε τὰ ξύλα τὰ προκεκομμένα ὑπὸ τοῦ πατρὸς αὐτοῦ διὰ τῆς θαλάττης εἰς Ἰόππην, ἐκεῖθεν δὲ πεζῇ εἰς Ἱεροσόλυμα. καὶ ἄρξασθαι οἰκοδομεῖν τὸ ἱερὸν τοῦ θεοῦ, ὄντα ἐτῶν ιγ· ἐργάζεσθαι δὲ τὰ ἔθνη τὰ προειρημένα , καὶ φυλὰς ιβ τῶν Ἰουδαίων παρέχειν ταῖς ἑκκαίδεκα μυριάσι τὰ δέοντα πάντα, κατὰ μῆνα φυλὴν μίαν, θεμελιῶσαί τε τὸν ναὸν τοῦ θεοῦ, μῆκος πηχῶν ’ξ, πλάτος πηχῶν ’ξ, τὸ δὲ πλάτος τῆς οἰκοδομῆς καὶ τῶν θεμελίων πηχῶνι· οὕτω γὰρ αὐτῷ προστάξαι Νάθαν τὸν προφήτην τοῦ θεοῦ.

οἰκοδομεῖν δὲ ἐναλλὰξ δόμον λίθινον καὶ

v.1.p.519
ἔνδεσμον κυπαρίσσινον , πελεκίνοις χαλκοῖς ταλαντιαίοις καταλαμβάνοντας τοὺς β δόμους. οὕτω δ’ αὐτὸν οἰκοδομήσαντα ξυλῶσαι ἔξωθεν κεδρίνοις ξύλοις καὶ κυπαρισσίνοις, ὥστε τὴν λιθίνην οἰκοδομὴν μὴ φαίνεσθαι · χρυσῶσαί τε τὸν ναὸν ἔσωθεν χωννύντα πλινθία χρυσᾶ πενταπήχη, καὶ προστιθέναι προσηλοῦντα ἥλοις ἀργυροῖς, ταλαντιαίοις τὴν ὁλκὴν, μαστοειδέσι τὸν ῥυθμὸν , τέσσαρσι δὲ τὸν ἀριθμόν.

οὕτω δ’ αὐτὸν χρυσῶσαι ἀπὸ ἐδάφους ἕως τῆς ὀροφῆς, τό τε ὀρόφωμα ποιῆσαι ἐκ φατνωμάτων χρυσῶν, τὸ δὲ δῶμα ποιῆσαι χαλκοῦν ἀπὸ κεραμίδων χαλκῶν, χαλκὸν χωνεύσαντα, καὶ τοῦτον καταχέαντα. ποιήσαι δὲ δύο στύλους χαλκοῦς, καὶ καταχρυσῶσαι αὐτοὺς χρυσίῳ ἀδόλῳ, δακτύλῳ τὸ πάχος.

εἶναι δὲ τοὺς στύλους τῷ ναῷ ἰσομεγέθεις, τὸ δὲ πλάτος κύκλῳ ἕκαστον κίονα πηχῶν δέκα· στῆναι δὲ αὐτοὺς τοῦ οἴκου ὃν μὲν ἐκ δεξιῶν, ὅν δὲ ἐξ εὐωνύμων. ποιῆσαι δὲ καὶ λυχνίας χρυσᾶς , δέκα τάλαντα ἑκάστην στῆν ὁλκὴν ἀγούσας, ὑπόδειγμα λαβόντα τὴν ὑπὸ Μώσεως ἐν τῇ σκηνῇ τοῦ μαρτυρίου τεθεῖσαν.

στῆσαι δ’ ἐξ ἑκατέρου μέρους τοῦ σηκοῦ τὰς μὲν ἐκ δεξιῶν, τὰς δὲ ἐξ εὐωνύμων. ποιῆσαι δ’ αὐτὸν καὶ λύχνου ’ς χρυσοῦς ὁ, ὥστε καίεσθαι ἐφ’ ἑκάστης λυχνίας ἑπτά. οἰκοδομῆσαι δὲ καὶ τὰς πύλας τοῦ ἱεροῦ καὶ κατακοσμῆσαι χρυσίῳ καὶ ἀργυρίῳ · καὶ καταστεγάσαι φατνώμασι κεδρίνοις καὶ κυπαρισσίνοις.

ποιῆσαι δὲ καὶ κατὰ τὸ πρὸς βορρᾶν μέρος τοῦ ἱεροῦ στοὰν, καὶ στύλους αὐτῇ ὑποστῆσαι χαλκοῦς μή. κατασκευάσαι δὲ καὶ λουτῆρα χαλκοῦν, μῆκος πηχῶν κ’ καὶ πλάτος πηχῶν κ’, τὸ δὲ ὕψος πηχῶν ἑ . ποιῆσαι δὲ ἐπ’ αὐτῷ στεφάνην πρὸς τὴν βάσιν ἔξω ὑπερέχουσαν πῆχυν ἕνα πρὸς τὸ τοὺς

v.1.p.520
ἱερεῖς τούς τε πόδας προσκλύζεσθαι καὶ τὰς χεῖρας νίπτεσθαι ἐπιβαίνοντας· ποιῆσαι δὲ καὶ τὰς βάσεις τοῦ λουτῆρος τορευτὰς χωνευτὰς δώδεκα, καὶ τῷ ὕψει ἀνδρομήκεις, καὶ στῆσαι ἐξ ὑστέρου μέρους ὑπὸ τὸν λουτῆρα, ἐκ δεξιῶν τοῦ θυσιαστηρίου.

ποιῆσαι δὲ καὶ βάσιν χαλκῆν τῷ ὕψει πηχῶν δυοῖν, κατὰ τὸν λουτῆρα, ἔν ἐφεστήκῃ ἐπ’ αὐτῆς ὁ βασιλεὺς, ὅταν προσεύχηται, ὅπως ὀπτάνηται τῷ λαῷ τῶν Ἰουδαίων. οἰκοδομῆσαι δὲ καὶ τὸ θυσιαστήριον πηχῶν κε ἐπὶ πήχεις κ’, τὸ δὲ ὕψος πηχῶν ιβ.

ποιῆσαι δὲ καὶ δακτυλίους δύο χαλκοῦς λυσιδωτοὺς, καὶ στῆσαι αὐτοὺς ἐπὶ μηχανημάτων ὑπερεχόντων τῷ ὕψει τὸν ναὸν πήχεις κ’, καὶ σκιάζειν ἐπάνω παντὸς τοῦ ἱεροῦ· καὶ προσκρεμάσαι ἑκάστῃ δίκτυι· κώδωνας χαλκοῦς ταλαντιαίους τετρακοσίους · καὶ ποιῆσαι ὅλας τὰς δίκτυας πρὸς τὸ ψοφεῖν τοὺς κώδωνας καὶ ἀποσοβεῖν τὰ ὄρνεα, ὅπως μὴ καθίζῃ ἐπὶ τοῦ ἱεροῦ, μηδὲ νοσσεύῃ ἐπὶ τοῖς φατνώμασι τῶν πυλῶν καὶ στοῶν καὶ μολύνῃ τοῖς ἀποπατήμασι τὸ ἱερόν.

περιβαλεῖν δὲ καὶ τὰ Ἱεροσόλυμα τὴν πόλιν τείχεσι καὶ πύργοις καὶ τάφροις· οἰκοδομῆσαι δὲ καὶ βασίλεια ἑαυτῷ.

προσαγορευθῆναι δὲ τὸ ἀνάκτορον πρῶτον μὲν ἱερὸν Σολομῶνος, ὕστερον δὲ παρεφθαρμένως τὴν πόλιν ἀπὸ τοῦ ἱεροῦ Ἱερουσαλὴμ ὀνομασθῆναι, ὑπὸ δὲ τῶν Ἑλλήνων φερωνύμως Ἱεροσόλυμα λέγεσθαι.

συντελέσαντα δὲ τὸ ἱερὸν καὶ τὴν πόλιν τειχίσαντα ἐλθεῖν εἰς Σηλὼμ, καὶ θυσίαν τῷ θεῷ εἰς ὁλοκάρπωσιν προσαγαγεῖν βοῦς χιλίους. λαβόντα δὲ τὴν σκηνὴν καὶ τὸ θυσιαστήριον στήριον καὶ τὰ σκεύη , ἃ ἐποίησε Μώσης , εἰς Ἱεροσόλυμα ἐνεγκεῖν καὶ ἐν τῷ οἴκω θεῖναι.

καὶ τὴν κιβωτὸν δὲ καὶ τὸν βωμὸν τὸν χρυσοῦν καὶ τὴν

v.1.p.521
λυχνίαν καὶ τὴν τράπεζαν καὶ τὰ ἄλλα σκεύη ἐκεῖ κατατίθεσθαι, καθὼς προστάξαι αὐτῷ τὸν προφήτην.

προσαγαγεῖν δὲ τῷ θεῷ θυσίαν μυρίαν , πρόβατα δισχίλια, μόσχους τρισχιλίους πεντακοσίους. τὸ δὲ σύμπαν χρυσίον, τὸ εἰς τοὺς δύο στύλους καὶ τὸν ναὸν καταχρησθὲν, εἶναι τάλαντα μυριάδων υς' ἱείς δὲ τοὺς ἥλους καὶ τὴν ἄλλην κατασκευὴν ἀργυρίου τάλαντα χίλια διακόσια τριάκοντα δύο · χαλκοῦ δὲ εἰς τοὺς κίονας καὶ τὸν λουτῆρα καὶ τὴν στοὰν τάλαντα μυρία ὀκτακισχίλια πεντήκοντα.

ἀποπέμψαι δὲ τὸν Σολομῶνα καὶ τοὺς Αἰγυπτίους καὶ τοὺς Φοίνικας, ἑκάστους εἰς τὴν ἑαυτῶν, ἑκάστῳ χρυσοῦ σίκλους δόντα δέκα· τὸ δὲ τάλαντον εἶναι σίκλον. καὶ τῷ μὲν Αἰγύπτου βασιλεῖ Οὐαφρῇ ἐλαίου μετρητὰς μυρίους, φοινικοβαλάνων ἀρτάβας χιλίας, μέλιτος δὲ ἀγγεῖα ἑκατὸν, καὶ ἀρώματα πέμψαι·

τῷ δὲ Σούρωνι εἰς Τυρὸν πέμψαι τὸν χρυσοῦν κίονα, τὸν ἐν Τυρῷ ἀνακείμενον ἐν τῷ ἱερῷ τοῦ Δῖός.

Θεόφιλος δέ φησι τὸν περισσεύσαντα χρυσὸν τὸν Σολομῶνα τῷ Τυρίων βασιλεῖ πέμψαι · τὸν δὲ εἰκόνα τῆς θυγατρὸς ζῷον ὁλοσώματον κατασκευάσαι, καὶ ἔλυτρον τῷ ἀνδριάντι τὸν χρυσοῦν κίονα περιθεῖναι.

ποιῆσαι δέ φησιν ὁ Εὐπόλεμος τὸν Σολομῶνα καὶ ἀσπίδας χρυσᾶς χιλίας , ὧν ἑκάστην πεντακοσίων εἶναι χρυσῶν. βιῶσαι δὲ αὐτὸν ἔτη πεντήκοντα δύο, ὣν ἐν εἰρήνῃ βασιλεῦσαι ἔτη μ’ .