Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Εὐπόλεμος δέ φησιν ἔν τινι περὶ τῆς Ἠλίου προφητείας Μωσῆν προφητεῦσαι ἔτη μ’ · εἶτα Ἰησοῦν, τὸν τοῦ Ναυῆ υἱὸν, ἔτη λ· βιῶσαι δ’ αὐτὸνἐ̓τη ι πρὸς τοῖς ρ, πῆξαί τε τὴν ἱερὰν σκηνὴν ἐν Σηλοῖ.

μετὰ δὲ ταῦτα προφήτην γενέσθαι Σαμουήλ. εἶτα τῇ τοῦ θεοῦ βουλήσει ὑπὸ Σαμουὴλ Σαοῦλον βασιλέα αἴρεθῆναι, ἄρξαντα δὲ ἔτη κα τελευτῆσαι.

εἶτα Δαβὶδ τὸν τούτου υἱὸν δυναστεῦσαι, ὃν καταστρέψασθαι Σύρους, τοὺς παρὰ τὸν Εὐφράτην οἰκοῦντας ποταμὸν, καὶ τὴν Κομμαγηνὴν καὶ τοὺς ἐν Γαλαδηνῇ Ἀσσυρίους καὶ Φοίνικας. στρατεῦσαι δ’ αὐτὸν καὶ ἐπὶ Ἰδουμαίους καὶ Ἀμμανίτας καὶ Μωαβίτας καὶ Ἰτουραίους καὶ Ναβαταίους καὶ Ναβδαίους.

αὖθις δὲ ἐπιστρατεῦσαι ἐπὶ Σούρωνα βασιλέα Τυροῦ καὶ Φοινίκης, οὓς καὶ ἀναγκάσαι φόρους Ἰουδαίοις ὑποτελεῖν· πρός τε Οὐαφρῆν τὸν Αἰγυπτίων βασιλέα φιλίαν συνθέσθαι.

βουλόμενόν τε τὸν Δαβὶδ οἰκοδομῆσαι ἱερὸν τῷ θεῷ ἀξιοῦν τὸν θεὸν τόπον αὐτῷ δείξαι τοῦ θυσιαστηρίου· ἔνθα δὴ ἄγγελον αὐτῷ ὀφθῆναι ἑστῶτα ἐπάνω τοῦ τόπου, οὗ τὸν βωμὸν ἱδρῦσθαι ἐν Ἱεροσολύμοις , καὶ κελεύειν αὐτὸν μὴ

v.1.p.516
ἱδρῦσθαι τὸ ἱερὸν, διὰ τὸ αἵματι ἀνθρωπίνῳ πεφύρθαι καὶ πολλὰ ἔτη πεπολεμηκέναι.

εἶναι δ’ αὐτῷ ὄνομα Διαναθάν · προστάξαι τε αὐτῷ τοῦτον ὅπως τῷ υἱῷ ἐπιτρέψῃ τὴν οἰκοδομίαν· αὐτὸν δὲ εὐτρεπίζειν τὰ πρὸς τὴν κατασκευὴν ἀνήκοντα, χρυσίον, ἀργύριον, χαλκὸν, λίθους, ξύλα κυπαρίσσινα καὶ κέδρινα.

ἀκούσαντα δὲ τὸν Δαβὶδ πλοῖα ναυπηγήσασθαι έν Ἀϊλάνοις πόλει τῆς Ἀραβίας , καὶ πέμψαι μεταλλευτὰς εἰς τὴν Οὐρφῆ νῆσον , κειμένην ἐν τῇ ἐρυθρᾷ θαλάσσῃ , μέταλλα χρυσικὰ ἔχουσαν ’ καὶ τὸ χρυσίον ἐκεῖθεν μετακομίσαι τοὺς μεταλλευτὰς εἰς τὴν Ἰουδαίαν.

βασιλεύσαντα δὲ τὸν Δαβὶδ ἔτη μ’ Σολομῶνι τῷ υἱῷ τὴν ἀρχὴν παραδοῦναι, ὄντι ἐτῶν ιβ, ἐνώπιον Ἠλεὶ τοῦ ἀρχιερέως καὶ τῶν ιβ φυλάρχων , καὶ παραδοῦναι αὐτῷ τόν τε χρυσὸν καὶ ἄργυρον καὶ χαλκὸν καὶ λίθον καὶ ξύλα κυπαρίσσινα καὶ κέδρινα. καὶ αὐτὸν μὲν τελευτῆσαι, Σολομῶνα δὲ βασιλεύειν, καὶ γράψαι πρὸς Οὐαφρῆν τὸν Αἰγύπτου βασιλέα τὴν ὑπογεγραμμένην ἐπιστολήν.”