Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Περὶ δὲ τοῦ τὸν Μώϋσον ἐκτεθῆναι ὑπὸ τῆς μητρὸς εἰς τὸ ἕλος καὶ ὑπὸ τῆς τοῦ βασιλέως θυγατρὸς ἀναιρεθῆναι καὶ τραφῆναι ἱστορεῖ καὶ Ἐζεκιῆλος ὁ τῶν τραγῳδιῶν ποιητὴς, ἄνωθεν ἀναλαβὼν τὴν ἱστορίαν ἀπὸ τῶν σὺν Ἰακὼβ παραγενομένων εἰς Αἴγυπτον πρὸς Ἰωσήφ. λέγει δὲ οὕτως, τὸν Μώϋσον παρεισάγων λέγοντα

  • ἀφ’ οὗ δ’ Ἰακὼβ γῆν λιπὼν Χαναναίαν
  • κατῆλθ’ ἔχων Αἴγυπτον ἑπτάκις δέκα
  • ψυχὰς σὺν αὐτῷ, κἀπεγέννησεν πολὺν
  • λαὸν κακῶς πράσσοντα καὶ τεθλιμμένον,
  • ἐς ἄχρι τοῦτον τὸν χρόνον κακούμενον
  • κακῶν ὐπ’ ἀνδρῶν καὶ δυναστείας χερός.
  • ἰδὼν γὰρ ἡμῶν γένναν ἅλις ηὐξημένην
  • δόλον καθ’ ἡμῶν πολὺν ἐμηχανήσατο
  • βασιλεὺς Φαραὼ, τοὺς μὲν ἐν πλινθεύμασιν
  • οἰκοδομίας τε βάρεσιν αἰκίζων βροτοὺς,
  • πόλεις τ’ ἐπύργου, σφῶν ἕκατι δυσμόρων.
  • ἔπειτα κηρύσσει μὲν Ἑβραίων γένει
  • τἀρσενικὰ ῥίπτειν ποταμὸν ἐς βαθύρροον.
  • ἐνταῦθα μήτηρ ἡ τεκοῦσ’ ἔκρυπτέ με
  • τρεῖς μῆνας, ὡς ἔφασκεν. οὐ λαθοῦσα δὲ
  • v.1.p.506
  • ὑπεξέθηκε, κόσμον ἀμφιθεῖσά μοι,
  • παρ’ ἄκρα ποταμοῦ, λάσιον, εἰς ἕλος δασύ.
  • Μαριὰμ δ’ ἀδελφή μου κατώπτευεν πέλας·
  • κἄπειτα θυγάτηρ βασιλέως ἅβραις ὁμοῦ
  • κατῆλθε λουτροῖς χρῶτα φαιδρῦναι νέον·
  • ἰδοῦσα δ’ εὐθὺς καὶ λαβοῦσ’ ἀνείλετο,
  • ἔγνω δ’ Ἑβραῖον ὄντα· καὶ λέγει τάδε
  • Μαριὰμ ἀδελφὴ προσδραμοῦσα βασιλίδι,
  • ‘θέλεις τροφόν σοι παιδὶ τῷδ’ εὕρω ταχὺ
  • ἐκ Ἑβραίων;' ἡ δ’ ἐπέσπευσεν κόρην·
  • μολοῦσα δ’ εἶπε μητρὶ, καὶ παρῆν ταχὺ
  • αὐτή τε μήτηρ κἄλαβέν μ’ ἐς ἀγκάλας.
  • εἶπεν δὲ θυγάτηρ βασιλέως ‘τοῦτον, γύναι,
  • τρόφευε, κἀγὼ μισθὸν ἀποδώσω σέθεν.
  • ὄνομα δὲ Μωσῆν ὠνόμαζε, τοῦ χάριν
  • ὑγρὰς ἀνεῖλε ποταμίας ἀπ’ ᾐόνος.
  • τούτοις μεθ’ ἕτερα ἐπιλέγει καὶ περὶ τούτων ὁ Ἐζεκιῆλος ἐν τῇ τραγῳδίᾳ, τὸν Μωυσῆν παρεισάγων λέγοντα
  • ἐΝὶ δὲ καιρὸς νηπίων παρῆλθέ μοι,
  • ἦγέν με μήτηρ βασιλίδος πρὸς δώματα,
  • ἅπαντα μυθεύσασα, καὶ λέξασά μοι
  • γένος πατρῷον καὶ θεοῦ δωρήματα.
  • ἕως μὲν οὖν τὸν παιδὸς εἴχομεν χρόνον,
  • τροφαῖσι βασιλικαῖσι καὶ παιδεύμασιν
  • ἅπανθ’ ὑπισχνεῖθ', ὡς ἀπὸ σπλάγχνων ἑῶν·
  • ἐπεὶ δὲ πλήρης κόλπος ἡμερῶν παρῆν,
  • ἐξῆλθον οἴκων βασιλικῶν, πρὸς ἔργα γὰρ
  • θυμός μ’ ἄνωγε καὶ τέχνασμα βασιλέως·)
  • ὁρῶ δὲ πρῶτον ἄνδρας ἐν χειρῶν νόμῳ,
  • τὸν μὲν γεγῶθ' Ἑβραῖον, ὃν δ’ Αἰγύπτιον.
  • ἰδὼν δ’ ἐρήμους καὶ παρόντα μηδένα
  • ἐρρυσάμην ἀδελφὸν, ὃν δ’ ἔκτειν’ ἐγὼ,
  • ἔκρυψα δ’ ἄμμῳ τοῦτον, ὥστε μὴ εἰσιδεῖν
  • ἕτερόν τιν’ ἡμὰς κἀπογυμνῶσαι φόνον.
  • τῇ ’παύριον δὲ πάλιν ἰδὼν ἄνδρας δύο,
  • μάλιστα δ’ αὐτοὺς συγγενεῖς, πατουμένους,
  • v.1.p.507
  • λέγω ῾τί τύπτεις ἀσθενέστερον σέθεν;᾿
  • ὁ δ᾿ εἶπεν ῾ἡμῖν τίς σ᾿ ἀπέστειλεν κριτὴν,
  • ἢ᾿πιστάτην ἐνταῦθα; μὴ κτενεῖς σύ με,
  • ὥσπερ τὸν ἐχθὲς ἄνδρα; ῾καὶ δείσας ἐγὼ
  • ἔλεξα ῾πῶς ἐγένετο συμφανὲς τόδε;᾿
  • καὶ πάντα βασιλεῖ ταῦτ᾿ ἀπήγγειλεν ταχύ·
  • ζητεῖ δὲ Φαραὼ τὴν ἐμὴν ψυχὴν λαβεῖν·
  • ἐγὼ δ᾿ ἀκούσας ἐκποδὼν μεθίσταμαι,
  • καὶ νῦν πλανῶμαι γῆν ἐπ᾿ ἀλλοτέρμονα.
  • εἶτα περὶ τῶν τοῦ ῾Ραγουὴλ θυγατέρων οὕτως ἐπιβάλλει,
  • ὁρῶ δὲ ταύτας ἑπτὰ παρθένους τινάς.
  • ἐρωτήσαντός τε αὐτὰς τίνες εἴησαν αἱ παρθένοι φησὶν ἡ Σεπφώρα
  • Λιβύη μὲν ἡ γῆ πᾶσα κλῄζεται, ξένε,
  • οἰκοῦσι δ᾿ αὐτὴν φῦλα παντοίων γενῶν,
  • Αἰθίοπες ἄνδρες μέλανες· ἄρχων δ᾿ ἐστὶ γῆς
  • εἷς καὶ τύραννος καὶ στρατηλάτης μόνος.
  • ἄρχει δὲ πόλεως τῆσδε καὶ κρίνει βροτοὺς
  • ἱερεὺς, ὅς ἐστ᾿ ἐμοῦ τε καὶ τούτων πατήρ.
  • εἶτα περὶ τοῦ ποτισμοῦ τῶν θρεμμάτων διελθὼν περὶ τοῦ τῆς Σεπφώρας ἐπιβάλλει γάμου, δι᾿ ἀμοιβαίων παρεισάγων τόν τε Χοὺμ καὶ τὴν Σεπφώραν λέγοντας,
  • Σ. ὅμως κατειπεῖν χρή σε, Σεπφώρα, τάδε.
  • Χ. ξένῳ πατήρ με τῷδ᾿ ἔδωκεν εὐνέτιν.”