Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Ἀρτάπανος δέ φησιν ἐν τῇ περὶ Ἰουδαίων, Ἀβραὰμ τελευτήσαντος καὶ τοῦ υἱοῦ αὐτοῦ Μεμψασθενὼθ , ὁμοίως δὲ καὶ τοῦ βασιλέως τῶν Αἰγυπτίων, τὴν δυναστείαν παραλαβεῖν τὸν υἱὸν αὐτοῦ Παλμανώθην.

τοῦτον δὲ τοῖς Ἰουδαίοις

v.1.p.499
φαύλως προσφέρεσθαι· καὶ πρῶτον μὲν τὴν Κεσσὰν οἰκοδομῆσαι , τό τε ἐπ’ αὐτῆ̣ ἱερὸν καθιδρύσασθαι, εἶτα τὸν ἐν Ἡλιουπόλει ναὸν κατασκευάσαι.

τοῦ- ’τον δὲ γεννῆσαι θυγατέρα Μέρριν, ἣν Χενεφρῇ τινι κατεγγυῆσαι, τῶν ὑπὲρ Μέμφιν τόπων βασιλεύοντι· πολλοὺς γὰρ τότε τῆς Αἰγύπτου βασιλεύειν· ταύτην δὲ στεῖραν ὑπάρχουσαν ὑποβαλέσθαι τινὸς τῶν ᾿Ιουδαίων παιδίον, τοῦτο δὲ Μώϋσον ὀνομάσαι· ὑπὸ δὲ τῶν Ἑλλήνων αὐτὸν ἀνδρωθέντα Μουσαῖον προσαγορευθῆναι.

γενέσθαι δὲ τὸν Μώϋσον τοῦτον Ὀρφέως διδάσκαλον· ἀνδρωθέντα δ’ αὐτὸν πολλὰ τοῖς ἀνθρώποις εὔχρηστα παραδοῦναι. καὶ γὰρ πλοῖα καὶ μηχανὰς πρὸς τὰς λιθοθεσίας, καὶ τὰ Αἰγυπτία ὅπλα, καὶ τὰ ὄργανα τὰ ὑδρευτικὰ καὶ πολεμικὰ καὶ τὴν φιλοσοφίαν ἐξευρεῖν· ἔτι δὲ τὴν πόλιν εἰς λς νομοὺς διελεῖν, καὶ ἑκάστῳ τῶν νομῶν ἀποτάξαι τὸν θεὸν σεφθήσεσθαι, τά τε ἱερὰ γράμματα τοῖς ἱερεῦσιν· εἶναι δὲ καὶ αἰλούρους καὶ κύνας καὶ ἴβεις· ἀπονεῖμαι δὲ καὶ τοῖς ἱερεῦσιν ἐξαίρετον χώραν.

ταῦτα δὲ πάντα ποιῆσαι χάριν τοῦ τὴν μοναρχίαν βεβαίαν τῷ Χενεφρῇ διαφυλάξαι. πρότερον γὰρ ἀδιατάκτους ὄντας τοὺς ὄχλους ποτὲ μὲν ἐκβάλλειν, ποτὲ δὲ καθιστάνειν βασιλεῖς, καὶ πολλάκις μὲν τοὺς αὐτοὺς, ἐνιάκις δὲ ἄλλους.

διὰ ταῦτα οὖν τὸν Μώϋσον ὑπὸ τῶν ὄχλων ἀγαπηθῆναι, καὶ ὑπὸ τῶν ἱερέων ἰσοθέου τιμῆς καταξιωθέντα προσαγορευθῆναι Ἑρμῆν, διὰ τὴν τῶν ἱερῶν γραμμάτων ἑρμηνείαν.

τὸν δὲ Χενεφρῆν ὁρῶντα τὴν ἀρετὴν τοῦ Μωΰσου φθονῆσαι αὐτῷ, καὶ ζητεῖν αὐτὸν ἐπ’ εὐλόγῳ αἰτίᾳ τινὶ ἀνελεῖν. καὶ δή ποτε τῶν Αἰθιόπων ἐπιστρατευσαμένων τῇ Αἰγύπτῳ τὸν Χενεφρῆν ὑπολαβόντα εὑρηκέναι καιρὸν εὔθετον πέμψαι τὸν Μώϋσον ἐπ’ αὐτοὺς

v.1.p.500
στρατηγὸν μετὰ δυνάμεως· τὸ δὲ τῶν γεωργῶν αὐτῷ συστῆσαι πλῆθος, ὑπολαβόντα ῥᾳδίως αὐτὸν διὰ τὴν τῶν στρατιωτῶν ἀσθένειαν ὑπὸ τῶν πολεμίων ἀναιρεθήσεσθαι.

τὸν δὲ Μώϋσον ἐλθόντα ἐπὶ τὸν ‘Eρμοπολίτην ὀνομαζόμενον νομὸν, ἔχοντα περὶ δέκα μυριάδας γεωργῶν, αὐτοῦ καταστρατοπεδεῦσαι· πέμψαι δὲ στρατηγοὺς τοὺς προκαθεδουμένους τῆς χώρας, οὓς δὴ πλεοκεκτεῖν ἐπιφανῶς κατὰ τὰς μάχας · λέγειν δέ φησιν Ἡλιουπολίτας τὸν πόλεμον τοῦτον ἔτη δέκα.

τοὺς οὑν περὶ τὸν Μώϋσον διὰ τὸ μέγεθος τῆς στρατιᾶς πόλιν ἐν τούτῳ κτίσαι τῷ τόπῳ καὶ τὴν ἶβιν ἐν αὐτῇ καθιερῶσαι, διὰ τὸ ταύτην τὰ βλάπτοντα ζῷα τοὺς ἀνθρώπους ἀναιρεῖν. προσαγορεῦσαι δὲ αὐτὴν Ἑρμου πόλιν.

οὕτω δὴ τοὺς Αἰθίοπας , καίπερ ὄντας πολεμίους , στέρξαι τὸν Μώϋσον ὥστε καὶ τὴν περιτομὴν τῶν αἰδοίων παρ’ ἐκείνου μαθεῖν· οὐ μόνον δὲ τούτους, ἀλλὰ καὶ τοὺς ἱερεῖς ἅπαντας.

τὸν δὲ Χενεφρῆν , λυθέντος τοῦ πολέμου, λόγῳ μὲν αὐτὸν ἀποδέξασθαι, ἔργῳ δὲ ἐπιβουλεύειν. παρελόμενον γοῦν αὐτοῦ τοὺς ὄχλους τοὺς μὲν ἐπὶ τὰ ὅρια τῆς Αἰθιοπίας πέμψαι προφυλακῆς χάριν, τοῖς δὲ προστάξαι τὸν ἐν Δῖός πόλει ναὸν ἐξ ὀπτῆς πλίνθου κατεσκευασμένον καθαιρεῖν , ἕτερον δὲ λίθινον κατασκευάσαι τὸ πλησίον ὄρος λατομήσαντας ’ τάξαι δὲ ἐπὶ τῆς οἰκοδομίας ἐπιστάτην Ναχέρωτα.

τὸν δὲ ἐλθόντα μετὰ Μωΰσου εἰς Μέμφιν πυθέσθαι παρ’ αὐτοῦ εἴ τι ἄλλο ἐστὶν εὔχρηστον τοῖς ἀνθρώποις· τὸν δὲ φάναι γένος τῶν βοῶν, διὰ τὸ τὴν γῆν ὑπὸ τούτων ἀροῦσθαι· τὸν δὲ Χενεφρῆν, προσαγορεὐσαντα ταῦρον Ἄπιν, κελεῦσαι ἱερὸν αὐτοῦ τοὺς ὄχλους καθιδρύσασθαι, καὶ τὰ ζῷα τὰ καθιερωθέντα

v.1.p.501
ὑπὸ τοῦ Μωΰσου κελεύειν ἐκεῖ φέροντας θάπτειν, κατακρύπτειν θέλοντα τὰ τοῦ Μωΰσου ἐπινοήματα.

ἀποξενωσάντων δὲ αὐτὸν τῶν Αἰγυπτίων ὁρκω- μοτῆσαι τοὺς φίλους μὴ ἐξαγγεῖλαι τῷ Μωΰσῳ τὴν ἐπισυνισταμένην αὐτῷ ἐπιβουλὴν καὶ προβαλέσθαι τοὺς ἀναιρήσοντας αὐτόν.

μηδενὸς δ᾿ ὑπακούσαντος ὀνειδίσαι τὸν Χενεφρῆν Χανεθώθην, τὸν μάλιστα προσαγορευόμενον ὑπ᾿ αὐτοῦ· τὸν δὲ ὀνειδισθέντα ὑποσχέσθαι τὴν ἐπίθεσιν, λαβόντα καιρόν.

ὑπὸ δὲ τοῦτον τὸν καιρὸν τῆς Μέρριδος τελευτησάσης ὑποσχέσθαι τὸν Χενεφρὴν τῷ τε Μωΰσῳ καὶ τῷ Χανεθώθῃ τὸ σῶμα διακομίσαντας εἰς τοὺς ὑπὲρ Αἴγυπτον τόπους θάψαι, ὑπολαβόντα τὸν Μώ- ϋσον ὑπὸ τοῦ Χανεθὼθ ἀναιρεθήσεσθαι.

πορευομένων δὲ αὐτῶν τὴν ἐπιβουλὴν τῷ Μωΰσῳ τῶν συνειδότων ἐξαγγεῖλαί τινα· τὸν δὲ φυλάσσοντα αὐτὸν τὴν μὲν Μέρριν θάψαι, τὸν δὲ ποταμὸν καὶ τὴν ἐν ἐκείνῳ πόλιν Μερόην προσαγορεῦσαι. τιμᾶσθαι δὲ τὴν Μέρριν ταύτην ὑπὸ τῶν ἐγχωρίων οὐκ ἔλαττον ἢ τὴν Ἶσιν.

Ἀάρωνα δὲ τὸν τοῦ Μωΰσου ἀδελφὸν τὰ περὶ τὴν ἐπιβουλὴν ἐπιγνόντα συμβουλεῦσαι τῷ ἀδελφῷ φυγεῖν εἰς τὴν Ἀραβίαν· τὸν δὲ πεισθέντα, ἀπὸ Μέμφεως τὸν Νεῖλον διαπλεύσαντα, ἀπαλλάσσεσθαι εἰς τὴν Ἀραβίαν.

τὸν δὲ Χανεθώθην πυθόμενον τοῦ Μωΰσου τὴν φυγὴν ἐνεδρεύειν ὡς ἀναιρήσοντα· ἰδόντα δὲ ἐρχόμενον σπάσασθαι τὴν μάχαιραν ἐπ᾿ αὐτὸν, τὸν δὲ Μώϋσον προκαταταχήσαντα τήν τε χεῖρα κατασχεῖν αὐτοῦ καὶ σπασάμενον τὸ ξίφος φονεῦσαι τὸν Χανεθώθην·

διεκδρᾶναι δὲ εἰς τὴν Ἀραβίαν, καὶ ᾿Ραγουήλῳ τῷ τῶν τόπων ἄρχοντι συμβιοῦν, λαβόντα τὴν ἐκείνου θυγατέρα· τὸν δὲ ῾Ραγουῆλον βούλεσθαι στρα-

v.1.p.502
τεύειν ἐπὶ τοὺς Αἰγυπτίους, κατάγειν βουλόμενον τὸν Μώϋσον, καὶ τὴν δυναστείαν τῇ τε θυγατρὶ καὶ τῷ γαμβρῷ κατασκευάσαι· τὸν δὲ Μώϋσον ἀποκωλῦσαι, στοχαζόμενον τῶν ὁμοφύλων ’ τὸν δὲ Ῥαγουῆλον διακωλύοντα στρατεύειν τοῖς Ἄραψι προστάξαι λῃστεύειν τὴν Αἴγυπτον.

ὑπὸ δὲ τὸν αὐτὸν χρόνον καὶ τὸν Χενεφρῆν πρῶτον ἁπάντων ἀνθρώπων ἐλεφαντιάσαντα μεταλλάξαι ’ τούτῳ δὲ τῷ πάθει περιπεσεῖν διὰ τὸ τοὺς Ἰουδαίους προσ- τάξαι σινδόνας ἀμφιέννυσθαι , ἐρεᾶν δ’ ἐσθῆτα μὴ ἀμπέχεσθαι, ὅπως ὄντες ἐπίσημοι κολάζωνται ὑπ’ αὐτοῦ.