Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
“Τὰ δὲ Σίκιμά φησι Θεόδοτος ἐν τῷ περὶ Ἰουδαίων ἀπὸ Σικιμίου τοῦ Ἑρμοῦ λαβεῖν τὴν ὀνομασίαν· τοῦτον γὰρ καὶ κτίσαι τὴν πόλιν· κεῖσθαι δ᾿ αὐτήν φησιν ἐν τῇ περὶ Ἰουδαίων οὕτως,
ὕστερον δέ φησιν αὐτὴν ὑπὸ Ἑβραίων κατασχε-
εἶτα περὶ Ἰακὼβ καὶ τὴν εἰς Μεσοποταμίαν αὐτοῦ παρουσίαν , καὶ τὸν τῶν δύο γυναικῶν γάμον, καὶ τὴν τῶν τέκνων γένεσιν, καὶ τὴν παρουσίαν τὴν ἐκ Μεσοποταμίας ἐπὶ τὰ Σίκιμα,
ἀπὸ δὲ τοῦ Εὐφράτου φησὶ τὸν Ἰακὼβ ἐλθεῖν εἰς τὰ Σίκιμα πρὸς Ἑμμὼρ · τὸν δ’ ὑποδέξασθαι αὐτὸν, καὶ μέρος τι τῆς χώραις δοῦναι. καὶ αὐτὸν μὲν τὸν Ἰαχώβ γεωμορεῖν, τοὺς δὲ υἱοὺς αὐτοῦ ἕνδεκα τὸν ἀριθμὸν ὄντας ποιμαίνειν, τὴν δὲ θυγατέρα Δείναν καὶ τὰς γυναῖκας ἐριουργεῖν · καὶ τὴν Δεῖναν παρθένον θένον οὖσαν εἰς τὰ Σίκιμα ἐλθεῖν πανηγύρεως οὔσης βουλομένην θεάσασθαι τὴν πόλιν· Συχὲμ δὲ τὸν τοῦ Ἑμμὼρ υἱὸν ἰδόντα ἐρασθῆναι αὐτῆς, καὶ ἁρπάσαντα ὡς ἑαυτὸν διακομίσαι καὶ φθεῖραι αὐτήν.
αὖθις δὲ σὺν τῷ πατρὶ ἐλθόντα πρὸς τὸν Ἰακὼβ αἰτεῖν αὐτὴν πρὸς γάμου κοινωνίαν · τὸν δὲ οὐ φάναι δώσειν, πρὶν ἂν ἢ πάντας τοὺς οἰκοῦντας τὰ Σίκιμα περιτεμνομένους Ἰουδαίσαι· τὸν δὲ Ἑμμὼρ φάναι πείσειν αὐτούς. φησὶ δὲ περὶ τοῦ δεῖν περιτέμνεσθαι τέμνεσθαι αὐτοὺς ὁ Ἰακὼβ
εἶτα ὑποβὰς περὶ τῆς περιτομῆς,
ποσευθέτος πορευθέντος οὖν εἰς τὴν πόλιν τοῦ Ἑμμὼρ καὶ τοὺς ὑποτασσομένους παρακαλοῦντος περιτέμνεσθαι, ἔνα τῶν Ἰακὼβ υἱῶν τὸ ὄνομα Συμεῶνα διαγνῶναι τόν τε Ἑμμὼρ καὶ τὸν Συχὲμ ἀνελεῖν, τὴν ὕβριν τῆς ἀδελφῆς μὴ βουληθέντα πολιτικῶς ἐνεγκεῖν· ταῦτα δὲ διαγνόντα Λευὶν τῷ ἀδελφῷ κοινώσασθαι · λαβόντα δ’ αὐτὸν συγκάταινον ἐπὶ τὴν πρᾶξιν παρορμῆσαιμ λόγιον προφερόμενον τὸν θεὸν ἀνελεῖν φάμενον τοῖς Ἀβραὰμ ἀπογόνοις δέκα ἔθνη δώσειν.
φησὶ δὲ οὕτως ὁ Συμεὼν πρὸς τὸν Λευὶν
τὸν οὖν Λευὶν καὶ τὸν Συμεῶνα εἰς τὴν πόλιν
λέγει δὲ περὶ τῆς ἀναιρέσεως ἀυτῶν οὕτως
Τούτοις καὶ τὰ ἐξῆς περὶ τοῦ Ἰωσὴφ ἐκ τῆς αὐτῆς τοῦ Πολυίστορος γραφῆς ἐπισυνήφθω
“ Ἀρτάπανος δέ φησιν ἐν τῷ περὶ Ἰουδαίων τῷ ἈβραὰμἸωσὴφ ἀπόγονον γενέσθαι, υἱὸν δὲ Ἰακώβου· συνέσει δὲ καὶ φρονήσει παρὰ τοὺς ἄλλους διενεγκόντα ὑπὸ τῶν ἀδελφῶν ἐπιβουλευθῆναι· πσοϊδόμενον δὲ τὴν ἐπισύστασιν δεηθῆναι τῶν ἀστυγειτόνων Ἀράβων εἰς τὴν Αἴγυπτον αὐτὸν διακομίσαι · τοὺς δὲ τὸ ἐντυγχανόμενον ποιῆσαι · εἶναι γὰρ τοὺς τῶν Ἀράβων βασιλεῖς ἀπογόνους Ἰσραὴλ , υἱοὺς τοῦ Ἀβραὰμ, Ἰσαὰκ δὲ ἀδελφούς.
ἐλθόντα δὲ αὐτὸν εἰς τὴν Αἴγυπτον καὶ συσταθέντα τῷ βασιλεῖ διοικητὴν τῆς ὅλης γενέσθαι χώρας. καὶ πρότερον ἀτάκτως τῶν Αἰγυπτίων γεωμορούντων, διὰ τὸ τὴν χώραν ἀδιαίρετον εἶναι καὶ τῶν ἐλασσόνων ὑπὸ τῶν κσεισσόνων σόνων ἀδικουμένων, τοῦτον πρῶτον τήν τε γῆν διελεῖν καὶ ὄροις διασημήνασθαι, καὶ πολλὴν χερσευομένην γεωργήσιμον ἀποτελέσαι, καίτινας τῶν ἀρουρῶν
τοῦτον δὲ καὶ μέτρα εὑρεῖν, καὶ μεγάλως αὐτὸν ὑπὸ τῶν Αἰγυπτίων διὰ ταῦτα ἀγαπηθῆναι. γῆμαι δ’ αὐτὸν ‘Ηλιουπολίτου ἱερέως Ἀσενὲθ θυγατέρα, ἐξ ἧς γεννῆσαι παῖδας. μετὰ δὲ ταῦτα παραγενέσθαι πρὸς αὐτὸν τόν τε πατέρα καὶ τοὺς ἀδελφοὺς κομίζοντας πολλὴν ὕπαρξιν, καὶ κατοικισθῆναι ἐν τῇ πόλει Καισὰν, καὶ τοὺς Σύρους πλεονάσαι ἐν τῇ Αἰγύπτῳ.
τούτους δέ φησι καὶ τὸ ἐν Ἄθως καὶ τὸ ἐν Ἡλιουπόλει ἱερὸν κατασκευάσαι τοὺς ‘Εσμιούθ ὀνομαζοạένους. μετὰ δὲ ταῦτα τελευτῆσαι τόν τε Ἰωσὴφ καὶ τὸν βασιλέα τῶν Αἰγυπτίων. τὸν οὑν Ἰωσὴφ κρατοῦντα τῆς Αἰγύπτου τὸν ἐτῶν ἑπτὰ σῖτον, γενόμενον κατὰ τὴν φορὰν ἄπλετον, παραθέσθαι , καὶ τῆς Αἰγύπτου δεσπότην γενέσθαι.’
“ Μαρτυρεῖ δὲ ταῖς ἱεραῖς βίβλοις καὶ Φίλων ἐν τῇ ἰδ’ τῶν περὶ Ἱεροσόλυμα, λέγων οὕτως
“Ἄκουε δὲ οἷα καὶ περὶ τοῦ Ἰὼβ ὁ αὐτὸς ἱστορεῖ·
Ἀριστέας δέ φησιν ἐν τῷ περὶ Ἰουδαίων τὸν Ἠσαῦ γήμαντα Βασσάραν ἐν Ἐδὼμ γεννῆσαι Ἰὼβ· κατοικεῖν δὲ τοῦτον ἐν τῇ Αὐσίτιδι χώρᾳ, ἐπὶ τοῖς ὅροις τῆς Ἰδουμαίας καὶ Ἀραβίας.
γενέσθαι δ’ αὐτὸν δίκαιον καὶ πολύκτηνον · κτήσασθαι γὰρ αὐτὸν πρόβατα μὲν ἑπτακισχίλια, καμήλους δὲ τρισχιλίας, ζεύγη βοῶν πεντακόσια, ὄνους θηλείας νομάδας
τοῦτον δὲ τὸν Ἰὼβ πρότερον Ιωβὰβ ὀνομάζεσθαι. πειράξοντα δ’ αὐτὸν τὸν θεὸν ἐμμεῖναι, μεγάλαις δὲ περιβαλεῖν αὐτὸν ἀτυχίαις. πρῶτον μὲν γὰρ αὐτοῦ τούς τε ὄνους καὶ τοὺς βοῦς ὑπὸ λῃστῶν ἀπελαθῆναι , εἶτα τὰ πρόβατα ὑπὸ πυρὸς ἐκ τοῦ οὐρανοῦ πεσόντος κατακαῆναι σὺν τοῖς ποιμέσι· μετ’ οὐ πολὺ δὲ καὶ τὰς καμήλους ὑπὸ λῃστῶν ἀπελαθῆναι· εἶτα τὰ τέκνα αὐτοῦ ἀποθανεῖν , πεσούσης τῆς οἰκίας· αὐθημερὸν δὲ αὐτοῦ καὶ τὸ σῶμα ἑλκῶσαι.