Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Ὁ Ὁ δὲ τὴν συσκευὴν τὴν κατὰ Ἰουδαίων γράψας Μολὼν κατὰ τὸν κατακλυσμὸν φησιν ἀπὸ τῆς Ἀρμενίας ἀπελθεῖν τὸν περιλειφθέντα ἄνθρωπον μετὰ τῶν υἱῶν, ἐκ τῶν ἰδίων ἐξελαυνόμενον ὑπὸ τῶν ἐγχωρίων· διανύσαντα δὲ τὴν μεταξὺ χώραν ἐλθεῖν εἰς τὴν ὀρεινὴν τῆς Συρίας οὖσαν ἔρημον.

μετὰ δὲ τρεῖς γενεὰς Ἀβραὰμ γενέσθαι , ὃν δὴ μεθερμηνεύεσθαι πατρὸς φίλον ὄν ὃν δὴ σοφὸν γενόμενον τὴν ἐρημίαν μεταδιώκειν· λαβόντα δὲ δύο γυναῖκας, τὴν μὲν ἐντοπίαν, συγγενῆ, τὴν δὲ Αἰγυπτίαν, θεράπαιναν, ἐκ μὲν τῆς Αἰγυπτίας γεννῆσαι υἱοὺς ιβ’, οὓς δὴ εἰς Ἀραβίαν ἀπαλλαγέντας διελέσθαι τὴν χώραν καὶ πρώτους βασιλεῦσαι τῶν ἐγχωρίων· ὅθεν ἕως καθ’ ἡμὰς δώδεκα εἶναι βασιλεῖς Ἀράβων ὁμωνύμους ἐκείνοις.

ἐκ δὲ τῆς γαμετῆς υἱὸν αὐτῷ γενέσθαι ἴνα , ὃν Ἑλληνιστὶ Γέλωτα ὀνομασθἤναι. καὶ τὸν μὲν Ἀβραὰμ γήρα τελευτῆσαι, Γέλωτος δὲ καὶ γυναικός ἐγχωρίου υἱοὺς ἕνδεκα γενέσθαι, καὶ δωδέκατον Ἰωσὴφ, καὶ ἀπὸ τοῦδε τρίτον Μωσῆν.’’

Τοσαῦτα ὁ Πολυΐστωρ ’ οἷς μεθ’ ἕτερα ἐπιφερει λέγων

Μετ’ οὐ πολὺν δὲ χρόνον τὸν θεὸν τῷ Ἀβραὰμ προστάξαι Ἰσαὰκ τὸν υἱὸν ὁλοκαρπῶσαι αὐτῷ. τὸν

v.1.p.488
δὲ ἀναγαγόντα τὸν παῖδα ἐπὶ τὸ ὄρος πυρὰν νῆσαι καὶ ἐπιθεῖναι τὸν Ἰσαάκ · σφάζειν δὲ μέλλοντα κωλυθῆναι ὑπὸ ἀγγέλου, κριὸν αὐτῷ πρὸς τὴν κάρπωσιν παραστήσαντος ’ τὸν δὲ Ἀβραὰμ τὸν μὲν παῖδα καθελεῖν ἀπὸ τῆς πυρᾶς, τὸν δὲ κριὸν καρπῶσαι.’’