Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Συνᾴδει δὲ τούτοις καὶ ὁ Πολυΐστωρ Ἀλέξανδρος, ὢν καὶ πολυμαθὴς ἀνὴρ , τοῖς τε μὴ πάρεργον τὸν ἀπὸ παιδείας καρπὸν πεποιημένοις Ἔλλησι γνωριμώτατος, ὃς ἐν τῇ Περὶ Ἰουδαίων συντάξει τὰ κατὰ τὸν Ἀβραὰμ τοῦτον ἱστορεῖ κατὰ λέξιν τον τρόπον

“ Εὐπόλεμος δὲ έν τῷ περὶ Ἰουδαίων τῆς Ἀδσυρίας συρίας φησὶ πόλιν Βαβυλῶνα πρῶτον μὲν κτισθῆναι ὑπὸ τῶν διασωθέντων ἐκ τοῦ κατακλυσμοῦ· εἶναι

v.1.p.485
δὲ αὐτοὺς γίγαντας, οἰκοδομεῖν δὲ τὸν ἱστορούμενον πύργον.

πεσόντος δὲ τούτου ὑπὸ τῆς τοῦ θεοῦ ἐνεργείας τοὺς γίγαντας διασπαρῆναι καθ’ ὅλην τὴν γῆν. δεκάτῃ δὲ γενεᾷ, φησὶν, ἐν πόλει τῆς Βαβυλωνίας Καμαρίνῃ, ἥν τινας λέγειν πόλιν Οὐρίην· εἶναι δὲ μεθερμηνευομένην Χαλδαίων πόλιν) ἐν τρισκαιδεκάτῃ γενέσθαι Ἀβραὰμ γενεᾷ, εὐγενείᾳ καὶ σοφίᾳ πάντας ὑπερβεβηκότα, ὃν δὴ καὶ τὴν ἀστρολογίαν καὶ Χαλδαικὴν εὑρεῖν , ἐπί τε τὴν εὐσέβειαν ὁρμήσαντα εὐαρεστῆσαι τῷ θεῷ.

τοῦτον δὲ διὰ τὰ προστάγματα τοῦ θεοῦ εἰς Φοινίκην ἐλθόντα κα- τοικῆσαι, καὶ τροπὰς ἡλίου καὶ σελήνης καὶ τὰ ἄλλα πάντα διδάξαντα τοὺς Φοίνικας εὐαρεστῆσαι τῷ Βασιλεῖ αὐτῶν. ὕστερον δὲ Ἀρμενίους ἐπιστρατεῦσαι τοῖς Φοίνιξι· νικησάντων δὲ καὶ αἰχμαλωτισαμένων τὸν ἀδελφιδοῦν αὐτοῦ τὸν Ἀβραὰμ μετὰ οἰκετῶν βοηθήσαντα ἐγκρατῆ γενέσθαι τῶν αἰχμαλωτισαμένων, καὶ τῶν πολεμίων αἰχμαλωτίσαι τέκνα καὶ γυναῖκας.

πρέσβεων δὲ παραγενομένων πρὸς αὐτὸν ὄπως χρήματα λαβὼν ἀπολυτρώσῃ ταῦτα, μὴ προελέσθαι τοῖς δυστυχοῦσιν ἐπεμβαίνειν , ἀλλὰ τὰς τροφὰς λαβόντα τῶν νεανίσκων ἀποδοῦναι τὰ αἰχμά- λωτα, ξενισθῆναί τε αὐτὸν ὑπὸ πόλεως ἱερὸν Αρυαριξὶν, ὃ εἶναι μεθερμηνευόμενον ὄρος ὑψίστου ·

παρὰ δὲ τοῦ Μελχισεδὲκ ἱερέως ὄντος τοῦ θεοῦ καὶ βασιλεύοντος λαβεῖν δῶρα. λιμοῦ δὲ γενομένου τὸν Ἀβραὰμ ἀπαλλαγῆναι εἰς Αἴγυπτον πανοικίᾳ, κἀκεῖ κατοικεῖν, τήν τε γυναῖκα αὐτοῦ τὸν βασιλέα τῶν Αἰγυπτίων γῆμαι, φάντος αὐτοῦ ἀδελφὴν εἶναι.

περισσότερον δ’ ἱστόρησεν ὅτι οὐκ ἠδύνατο αὐτῇ συγγενέσθαι, καὶ ὅτι συνέβη φθείρεσθαι αὐτοῦ τὸν λαὸν καὶ τὸν οἶκον. μάντεις δὲ αὐτοῦ καλέσαντος τοῦτο

v.1.p.486
φάναι, μὴ εἶναι χήραν τὴν γυναῖκα· τὸν δὲ βασιλέα τῶν Αἰγυπτίων οὕτως ἐπιγνῶναι ὅτι γυνὴ ἦν τοῦ Ἀβραὰμ, καὶ ἀποδοῦναι αὐτὴν τῷ ἀνδρί.

συζή- σαντα δὲ τὸν Ἀβραὰμ ἐν Ἡλιουπόλει τοῖς Αἰγυπτίων ἱερεῦσι πολλὰ μεταδιδάξαι αὐτοὺς, καὶ τὴν ἀστρολογίαν καὶ τὰ λοιπὰ τοῦτον αὐτοῖς εἰσηγήσασθαι, φάμενον Βαβυλωνίους ταῦτα καὶ αὑτὸν εὑρηκέναι, τὴν δὲ εὕρεσιν αὐτῶν εἰς Ἑνὼχ ἀναπέμπειν, καὶ τοῦτον εὑρηκέναι πρῶτον τὴν ἀστρολογίαν, οὐκ Αἰ- γυπτίους.

Βαβυλωνίους γὰρ λέγειν πρῶτον γε- νέσθαι Βῆλον, ὃν εἶναι Κρόνον· ἐκ τούτου δὲ γενέσθαι Βῆλον καὶ Χαναὰν, τοῦτον δὲ τὸν Χαναὰν γεννῆσαι τὸν πατέρα τῶν Φοινίκων, τούτου δὲ Χοὺμ υἱὸν γενέσθαι , ὃν ὑπὸ τῶν Ἑλλήνων λέγεσθαι Ἄσβολον, πατέρα δὲ Αἰθιόπων, ἀδελφὸν δὲ τοῦ Με-στάεὶμ, στραεὶμ, πατέρα Αἰγυπτίων· Ἓλληνας δὲ λέγειν τὸν Ἄτλαντα εὑρηκέναι ἀστρολογίαν· εἶναι δὲ τὸν Ἄτλαντα τὸν αὐτὸν καὶ Ἑνώχ · τοῦ δὲ Ἑνὼχ γενέ- σθαι υἱὸν Μαθουσάλαν, ὃν πάντα δι’ ἀγγέλων θεοῦ γνῶναι, καὶ ἡμὰς οὕτως ἐπιγνῶναι.’’