Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
Ὁ δὲ Πορφύριος ἐν τῷ πρώτῳ τῆς Ἐκ λογίων φιλοσοφίας αὐτὸν εἰσάγει τὸν ἑαυτοῦ θεὸν τῷ Ἑβραίων γένει μετὰ τῶν ἄλλων τῶν ἐπὶ συνέσει βοωμένων ἐθνῶν σοφίαν ἐπιμαρτυροῦντα.
λέγει δὲ ὁ παρ᾿ αὐτῷ Ἀπόλλων δι᾿ οὗ ἐκτίθεται χρησμοῦ τάδε. ἐκκειμένων δὲ ἔτι περὶ τῶν θυσιῶν ἐπάγει, οἷς προσέχειν δεῖ, ἅτε μεστοῖς οὖσι πάσης θεοσοφίας
“Χαλκόδετος γὰρ ἡ πρὸς θεοὺς ὁδὸς, αἰπεινή τε καὶ τραχεῖα, ἧς πολλὰς ἀτραποὺς βάρβαροι μὲν ἐξεῦρον, Ἕλληνες δὲ ἐπλανήθησαν, οἱ δὲ κρατοῦντες ἤδη καὶ διέφθειραν. τὴν δὲ εὕρεσιν Αἰγυπτίοις ὁ θεὸς ἐμαρ-
ἔτι πρὸς τούτοις καὶ ἐν ἑτέρῳ χρησμῷ φησιν ὁ Ἀπόλλων,
καὶ πάλιν ἐρωτηθεὶς , τίνι λόγῳ πολλοὺς λέγουσιν οὐρανοὺς, ἔχρησε τάδε
Περὶ μὲν οὖν τῆς Ἰουδαίων τε καὶ Ἑβραίων προσηγορίας τῆς τε παρ’ αὐτοῖς πάλαι διαπρεπούσης εὐσεβείας τε καὶ φιλοσοφίας ἐκκείσθω ταῦτα, περὶ δὲ τῆς πατρίου αὐτῶν ἱστορίας θέα ὁπόσοι συνεφώνησαν·
Μώσεως ἐν ταῖς περὶ τοῦ παντὸς άσχαιολογίαις λογίαις κατακλυσμὸν ἱστορήσαντος, καὶ ὡς ὁ παρ’ Ἑβραίοις ὀνομαζόμενος Νῶε ἐν λάρνακι ξύλου πε- ποιημένῃ μετὰ τῶν οἰκείων διασέσωσται, Βηρωσσὸς ὁ Χαλδαῖος, καὶ Ἱερώνυμος ὁ Αἰγύπτιος, Νικόλαος τε ὁ Δαμασκηνὸς ἱστορικοὶ συγγραφεῖς, ὅπως τῶν αὐτῶν ἐμνημόνευσαν, Ἰώσηπος ἐν τῇ πρώτῃ τῆς Αρχαιολογίας τοῦτον παρατίθεται τὸν τρόπον