Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

’ Ἐλεάζαρος ἀρχιερεὺς βασιλεῖ Πτολεμαίῳ‚ φίλῳ γνησίῳ, χαίρειν. Εἰ αὐτός τε ἔρρωσαι καὶ ἡ βασίλισσα Ἀρσινόη ‚ ἡ ἀδελφὴ ‚ καὶ τὰ τέκνα, καλῶς ἂν ἔχοι καὶ ὡς βουλόμεθα ‚ καὶ αὐτοὶ δὲ ὑγιαίνομεν. λαβόντες τὴν παρὰ σοῦ ἐπιστολὴν, μεγάλως ἐχάρημεν διὰ τὴν προαίρεσίν σου καὶ τὴν καλὴν βουλὴν ‚ καὶ συναγαγόντες τὸ πᾶν πλῆθος παρανέγνωμεν αὐτὴν αὐτοῖς, ἔν εἰδῶσιν ἣν ἔχεις πρὸς τὸν θεὸν ἡμῶν εὐσέβειαν

ἐπεδείξαμεν δὲ καὶ τὰς φιάλας, ἃς ἀπέστειλας, χρυσᾶς εἴκοσι καὶ ἀργυρᾶς τριάκοντα ‚ κρατῆρας πέντε, καὶ τράπεζαν εἰς ἀνάθεσιν, καὶ εἰς προσαγωγὴν θυσιῶν, καὶ εἰς έπισκευὰς ὧν ἂν προσδέηται τὸ ἱερὸν, ἀργυρίου τάλαντα ἑκατὸν, ἅπερ ἐκόμισεν Ἀνδρέας τῶν τετιμημένων μένων παρὰ σοὶ καὶ Ἀρισταῖος, ἄνδρες καλοὶ καὶ ἀγαθοὶ καὶ παιδείᾳ διαφέροντες καὶ τῆς σῆς ἀγωγῆς καὶ δικαιοσύνης ἄξιοι κατὰ πάντα

οἱ καὶ μετέδωκαν ἡμῖν τὰ παρὰ σοῦ, πρὸς ἃ καὶ παρ’ ἡμῶν ἀκηκόασιν ἁρμόζοντα τοῖς σοῖς πράγμασι. πάντα γὰρ ὅσα σοι συμφέρει, καὶ εἰ παρὰ φύσιν ἐστὶν, ὑπακουσόμεθα. τοῦτο γὰρ φιλίας καὶ ἀγαπήσεως ἐστι σημεῖον. μεγάλα γὰρ καὶ ἀνεπίληστα τοὺς πολίτας ἡμῶν κατὰ πολλοὺς τρόπους εὐεργέτηκας.

εὐθέως οὖν προσηγάγομεν ὑπὲρ σοῦ θυσίας καὶ τῆς

v.1.p.410
ἀδελφῆς καὶ τῶν τέκνων καἲ τῶν φίλων ‚ καὶ ηὔξατο πᾶν τὸ πλῆθος, ἵνα σοι γένηται καθὼς προαιρῇ διὰ παντὸς, καὶ διασώζῃ σοι τὴν βασιλείαν ἐν εἰρήνῃ μετὰ δόξης ὁ κυριεύων ἁπάντων θεός.

καὶ ὅπως γένηται συμφερόντως καὶ μετὰ ἀσφαλείας ἡ τοῦ ἁγίου νόμου μεταγραφὴ ‚ παρόντων πάντων, ἐπελε- ξάμην ἄνδρας καλοὺς καὶ ἀγαθοὺς ‚ πρεσβυτέρους, ἀφ’ ἑκάστης φυλῆς ἕξ, οὓς καὶ ἀπεστάλκαμεν ἔχοντας τὸν νόμον. καλῶς οὑν ποιήσεις, βασιλεῦ δίκαιε, προσ- τάξας ὡς ἂν ἡ μεταγραφὴ γένηται τῶν βιβλίων ‚ ἔνα πάλιν ἀποκατασταθῶσι πρὸς ἡμᾶς ἀσφαλῶς οἱ ἄν- δρες. ἔρρωσο.”

Τούτοις ἐξῆς, πολλὰ διὰ μέσου περὶ τῆς προ- τεθείσης εἰπὼν πραγματείας ‚ μετὰ τὴν τῶν γραφῶν ἑρμηνείαν ἐπιφέρει αὐτοῖς ῥήμασι

“ Καθὼς δ’ ἀνεγνώσθη ταῦτα τὰ τεύχη ‚ στάντες οἱ ἱερεῖς καὶ τῶν ἑρμηνέων οἱ πρεσβύτεροι ‚ καὶ τῶν ἀπὸ τοῦ πολιτεύματος, οἱ τε ἡγούμενοι τοῦ πλήθους, εἶπον, ἐπεὶ καλῶς καὶ ὁσίως διηρμήνευται καὶ κατὰ πᾶν ἀκριβῶς ‚ καλῶς ἔχον ἐστὶν, ἵνα διαμένῃ ταῦθ’ οὕτως ἔχοντα, καὶ μὴ γένηται μηδεμία διασκευή. πάντων δὲ ἐπιφωνησάντων τοῖς εἰρημένοις ‚ ἐκέλευσαν ’σαν ἐπαρᾶσθαι, καθὼς ἔθος ἐστὶν αὐτοῖς, εἴ τις δια- σκευάσει προστιθεὶς ἢ μεταφέρων τι τὸ σύνολον τῶν γεγραμμένων ἢ ποιούμενος ἀφαίρεσιν ‚ καλῶς τοῦτο πράσσοντες ‚ ἔνα διὰ παντὸς ἀέναα μένοντα φυλάσ- σηται.

προσφωνηθέντων δὲ καὶ τούτων τῷ βα- σιλεῖ μεγάλως ἐχάρη· τὴν γὰρ πρόθεσιν ἣν εἶχεν ἀσφαλῶς ἔδοξε τετελειῶσθαι. παρανεγνώσθη δὲ αὐτῷ καὶ πάντα ‚ καὶ λίαν ἐξεθαύμασε τὴν τοῦ νομοθέτου διάνοιαν, καὶ πρὸς τὸν Δημήτριον εἶπε, πῶς τηλικούτων κούτων πραγμάτων συντετελεσμένων οὐδεὶς ἐπέβα

v.1.p.411
βάλετο τῶν ἱστορικῶν οὐδὲ ποιητῶν ἐπιμνησθῆναι; ἐκεῖνος δὲ ἔφη, διὰ τὸ σεμνὴν εἶναι τὴν νομοθεσίαν. καὶ διὰ θεοῦ γεγονέναι, καὶ τῶν ἐπιβαλλομένων τινὲς ὑπὸ τοῦ θεοῦ πληγέντες τῆς ἐπιβολῆς ἀπέστησαν

καὶ γὰρ ἔφησεν ἀκηκοέναι Θεοπόμπου, διότι μέλλων τινὰ τῶν προηρμηνευμένων ἐπισφαλέστερον ἐκ τοὐ νόμου προσιστορεῖν, ταραχὴν λάβοι τῆς διανοίας πλέον ἡμερῶν τριάκοντα κατὰ δὲ τὴν ἄνεσιν ἐξιλάσκεσθαι τὸν θεὸν σαφὲς αὐτῷ γενέσθαι τίνος χάριν τὸ συμβαῖνόν ἐστι· δι’ ὀνείρου δὲ σημανθέντος ὅτι τὰ θεῖα βούλεται περιεργασάμενος εἰς κοινοὺςἀνθρώπους ἐκφέρειν ‚ ἀποσχόμενον οὕτως ἀποκαταστῆναι.

καὶ παρὰ Θεοδέκτου δὲ τοῦ τῶν τῶν τραγῳδιῶν ποιητοῦ μετέλαβον ἐγὼ διότι παραφέρειν μέλλοντός τι τῶν ἀναγεγραμμένων ἐν τῇ βίβλῳ πρός τι δρᾶμα τὰς ὄψεις ἀπεγλαυκώθη, καὶ λαβὼν ὑπόνοιαν ὅτι διὰ ταὐτ’ αὐτῷ γέγονεν, ἐξιλασάμενος σάμενος τὸν θεὸν ‚ ἐν πολλαῖς ἡμέραις ἀποκατέστη

μεταλαβὼν δὲ ὁ βασιλεὺς, καθὼς προεῖπον, περὶ τούτων τὰ περὶ τοῦ Δημητρίου προσκυνήσας ἐκέλευσε μεγάλην ἐπιμέλειαν ποιεῖσθαι τῶν βιβλίων καὶ συντηρεῖσθαι ἁγνῶς. ”

Ταῦθ’ ἡμῖν ἐκ τῆς τοῦ δηλωθέντος ἐπιτετμήσθωλ γραφῆς. φέρε δὴ καὶ τὸ πολίτευμα τῆς κατὰ Μωσέα νομοθεσίας ἐκ τῶν παρὰ τοῖς ἀνδράσι διαφανῶν θεασώμεθα. πρῶτα δὲ θήσω Φίλωνος τὰ περὶ τῆς ἀπ’ Αἰγύπτου πορείας τῶν Ἰουδαίων ‚ ἣν πεποίηνται Μώσεως ἡγουμένου, ἀπὸ τοῦ πρώτου συγγράμματος ὧν ἐπέγραψεν Ὑποθετικῶν, ἔνθα τὸν Ἰουδαίων, ὡς πρὸς κατηγόρους αὐτῶν, ποιούμενος λόγον ταῦτά φησιν

v.1.p.412