Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

αἰδὼς δ’ ἐστὶ πρεσβυτέρων καὶ φροντὶς, οἵα γονέων ὑπὸ γνησίων παίδων, χερσὶ καὶ διανοίαις μυρίαις ἐν ἀφθονίᾳ τῇ πάσῃ γηροτροφουμένων. τοιούτους ἡ δίχα περιεργίας Ἑλληνικῶν ὀνομάτων ἀθλητὰς ἀρετῆς ἀπεργίζεται φιλοσοφία, γυμνάσματα προτιθεῖσα τὰς ἐπαινετὰς πράξεις, ἐξ ὧν ἡ ἀδούλωτος ἐλευθερία βεβαιοῦται.

σημεῖον δὲ, πολλῶν κατὰ καιροὺς ἐπαναστάντων τῇ χώρᾳ δυναστῶν ‚ καὶ φύσεσι καὶ προαιρέσεσι χρησαμένων διαφερούσαις ‚ οἱ μὲν γὰρ εἰς τὸ ἀτίθασον ἀγριότητα θηρίων ἐκνικῆσαι σπουδάσαντες, οὐδὲν παραλιπόντες τῶν εἰς ὠμότητα, τοὺς ὑπηκόους ἀγεληδὸν ἱερεύοντες ‚ ἢ καὶ ζῶντας ἔτι μαγείρων τρόπον κατὰ μέρη καὶ μέλη καεουργοῦντες, ἄχρι τοῦ τὰς αὐτὰς ὑπομεῖναι συμφορὰς ὑπὸ τῆς τὰ ἀνθρώπεια ἐφορώσης δίκης, οὐκ ἐπαύσαντο· ’

οἶ δὲ τὸ παρακεκινημένον καὶ λελυττηκὸς εἰς ἑτέρας εἶδος κακίας μεθαρμοσάμενοι, πικρίαν ἄλεκτον ἐπιτηδεύσαντες, ἡσυχῆ διαλαλοῦντες, ἠρεμαιοτέρας φωνῆς ὑποκρίσει βαρύμηνι ἦθος ἐπιδεικνύμενοι, κυνῶν ἰοβόλων τρόπον προσσαίνοντες,

v.1.p.447
ἀνιάτων γενόμενοι κακῶν αἴτιοι, κατὰ πόλεις μνημεῖα τῆς ἑαυτῶν ἀσεβείας καὶ μισανθρωπίας ἀπέλιπον τὰς τῶν πεπονθότων ἀλήστους συμφοράς.

ἀλλὰ γὰρ οὐδεὶς οὔτε τῶν σφόδρα ὠμοθύμων οὔτε τῶν πάνυ δολερῶν καὶ ὑπούλων ἴσχυσε τὸν λεχθέντα τῶν Ἐσσαίων ἢ Ὁσίων ὅμιλον αἰτιάσασθαι· πάντες δ’ ἀσθενέστεροι τῆς τῶν ἀνδρῶν καλοκαγαθίας γενόμενοι καθάπερ αὐτονόμοις καὶ ἐλευθέροις οὖσιν ἐκ φύσεως προσηνέχθησαν ‚ ᾄδοντες αὐτῶν τὰ συσσίτια καὶ τὴν παντὸς λόγου κρείττονα κοινωνίαν, ἣ βίου τελείου καὶ σφόδρα εὐδαίμονός ἐστι σαφέστατον δεῖγμα.”

Τὰ μὲν οὖν τῆς φιλοσόφου παρὰ Ἰουδαίοις ἀσκήσεως τε καὶ πολιτείας διὰ τῶνδε προκείσθω· τὰ δὲ τοῦ λοιποῦ βίου, ὃν δὴ τῷ πλήθει τοῦ παντὸς ἔθνους οἱ θεῖοι διηγόρευον νόμοι, τέθειται προλαβὼν ὁ λόγος.

τί δῆτα λείπεται ἐπὶ τούτοις ἢ καὶ τὰ τῆς τῶν νέων θεολογίας σύμφωνα ταῖς τῶν προπατόρων εὐσεβείαις παραστήσασθαι, ὡς ἂν καὶ τῆσδε τῆς ὑποθέσεως ἐντελὴς ἡμῖν ὁ λόγος ἀποδεδομένος εἴη ;

ἐπεὶ τοίνυν τὰ τῆς ἐνθέου γραφῆς λόγια πρόκειται διὰ τοῦ πρὸ τούτου συγγράμματος, φέρ’ οὖν ἐπὶ τοῦ παρόντος τὰ τῆς διανοίας τῶν παρὰ Ἰουδαίοις σοφῶν ἐπαθρήσωμεν, ὡς ἂν μάθοιμεν ὁποῖοί τινες καὶ έν τῇ θεολογίᾳ κἀν τῇ περὶ λόγους ἀρετῇ παῖδες Ἑβραίων γεγόνασι. πάλιν οὖν τὸν Φίλωνα παριτέον ἀπὸ τοῦ πρώτου τῶν Εἰς τὸν Νόμον