Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Μυρίους δὲ τῶν γνωρίμων ὁ ἡμέτερος νομοθέτης ἤλειψεν ἐπὶ κοινωνίαν, οἳ καλοῦνται μὲν Ἐσσαῖοι, 5 παρὰ τὴν ὁσιότητά μοι δοκῶ τῆς προσηγοΜθρίους [*](28 Philo vol. 2. p, 632. ed. Mang.)

v.1.p.441
ρίας ἀξιωθέντες. οἰκοῦσι δὲ πολλὰς μὲν πόλεις τῆς Ἰουδαίας ‚ πολλὰς δὲ κώμας καὶ μεγάλους καὶ πολυανθρώπους ὁμίλους.

ἔστι δ’ αὐτοῖς ἡ προαίρεσις οὐ γένει, γένος γὰρ ἐφ’ ἑκουσίοις οὐ γράφεται) διὰ δὲ ζῆλον ἀρετῆς καὶ φιλανθρωπίας ἵμερον.

Ἐσσαίων γοῦν κομιδῇ νήπιος οὐδεὶς ἀλλ’ οὐδὲ πρωτογένειος, ἢ μειράκιον, ἐπεὶ τά γε τούτων ἀβέβαια ἤθη τῷ τῆς ἡλικίας ἆτ’ ἑλεῖ συννεωτερίζονται· τέλειοι δ’ ἄνδρες καὶ πρὸς γῆρας ἀποκλίναντες ἤδη, μηκέθ’ ὑπὸ τῆς τοῦ σώματος ἐπιρροῆς ἐπικλυζόμενοι, μηδ’ ὑπὸ τῶν παθῶν ἀγόμενοι, τὴν ἀψευδῆ δὲ καὶ μόνην ὄντως ἐλευθερίαν καρπούμενοι.

μάρτυς δὲ τῆς ἐλευθερίας αὐτῶν ὁ βίος. ἴδιον οὐδεὶς οὐδὲν ὑπομένει κτήσασθαι τὸ παράπαν ‚ οὐκ οἰκίαν, οὐκ άνδράποδον‚ οὐ χωρίον, οὐ βοσκήματα, οὐχ ὅσα ἄλλα παρασκευαὶ καὶ χορηγίαι πλούτου· πάντα δ’ εἰς μέσον ἀθρόα καταθέντες κοινὴν καρποῦνται τὴν ἁπάντων ὠφέλειαν.

οἰκοῦσι δ’ ἐν ταὐτῷ, κατὰ θιάσους ἑταιρίας καὶ συσσίτια πεποιημένοι, καὶ πάνθ’ ὑπὲρ τοῦ κοινωφελοῦς πραγματευόμενοι διατελοῦσιν.

ἀλλ’ ἑτέρων ἕτεραι πραγματεῖαι, αἷς ἐπαποδύντες ἀόκνως διαθλοῦσιν, οὐ κρυμὸν ‚ οὐ θάλπος, οὐχ ὅσα ἀέρος νεωτερίσματα προφασιζόμενοι · πρὶν δ’ ἥλιον ἀνασχεῖν ἐπὶ τὰ συνήθη τρεπόμενοι, δυομένου μόλις ἐπανίασι χαίροντες, οὐχ ἧττον τῶν ἐν τοῖς γυμνικοῖς ἐξεταζομένων ἀγῶσιν.

ὑπολαμβάνουσι γὰρ ἄττ’ ἂν ἐπιτηδεύσωσιν εἶναι βιωφελέστερα καὶ ἡδίω ψυχῇ καὶ σώματι τὰ γυμνάσματα, καὶ πολυχρονιώτερα τῶν ἐν ἀθλήσεσι, μὴ συναφηβῶντα τῇ τοῦ σώματος ἀκμῇ.

εἰσὶ γὰρ αὐτῶν οἱ μὲν γεηπόνοι, τῶν περὶ σπορὰν καὶ γεωργίαν ἐπιστήμονες ‚ οἱ δ’ ἀγελάρχαι, παντοδαπῶν θρεμμάτων ἡγεμόνες, ἔνιοι δὲ σμήνη μελιττῶν

v.1.p.442
ἐπιτροπεύουσιν.

ἄλλοι δὲ δημιουργοὶ τῶν κατὰ τέχνας εἰσὶν, ὑπὲρ τοῦ μηδὲν ὧν αἱ ἀναγκαῖαι χρεῖαι βιάζονται παθεῖν ‚ οὐδὲν ἀναβαλλόμενοι τῶν εἰς πορισμὸν ἀνυπαίτιον.

ἐκ δὴ τῶν οὕτως διαφερόντων ἕκαστοι τὸν μισθὸν λαβόντες ἑνὶ διδόασι τῷ χειροτονηθέντι ταμίᾳ· λαβὼν δ’ ἐκεῖνος αὐτίκα τἀπιτήδεις ὠνεῖται, καὶ παρέχει τροφὰς ἀφθόνους καὶ τἄλλα ὧν ὁ ἀνθρώπινος βίος χρειώδης.

οἶ δ’ ὁμοδίαιτοι καὶ ὁμοτράπεζοι καθ’ ἑκάστην ἡμέραν εἰσὶ τοῖς αὐτοῖς ἀσμενίζοντες ‚ ὀλιγοδεείας ἐρασταὶ, πολυτέλειαν ὡς ψυχῆς καὶ σώματος νόσον ἐκτρεπόμενοι.

κοινὴ δ’ οὐ τράπεζα μόνον , ἀλλὰ καὶ ἐσθὴς αὐτοῖς ἐστί. πρόκεινται γὰρ χειμῶνι μὲν στιφραὶ χλαῖναι, θέρει δ’ ἐξωμίδες εὐτελεῖς, ὡς εὐμαρῶς ἐξεῖναι τῷ βουλομένῳ ἣν ἂν ἐθελήσῃ λαβεῖν, ἐπειδὴ καὶ τὰ ἑνὸς ἀπάντων καὶ τὰ πάντων ἔμπαλιν ἑνὸς ὑπείληπται.

καὶ μὴν εἴ τις αὐτῶν ἀσθενήσειεν, ἐκ τῶν κοινῶν νοσηλεύεται, θεραπευόμενος ταῖς ἁπάντων ἐπιμελείαις καὶ φροντίσιν. οἶ δὲ δὴ πρεσβῦται κἂν εἰ τύχοιεν ἄτεκνοι, καθάπερ οὐ πολύπαιδες μόνον, ἀλλὰ καὶ σφόδρα εὔπαιδες, ἐν εὐτυχεστάτῳ καὶ λιπαρωτάτῳ γήρᾳ τὸν βίον εἰώθασι καταλύειν, ὑπὸ τοσούτων προνομίας ἀξιούμενοι καὶ τιμῆς, ἑκουσίῳ γνώμῃ μᾶλλον ἢ φύσεως ἀνάγκῃ θεραπεύειν ἀξιούντων.

ἔτι τοίνυν ὅπερ ἢ μόνον ἢ μάλιστα τὴν κοινωνίαν ἔμελλε διαλύειν ὀξυδερκέστερον ἰδόντες γάμον παρῃτήσαντο μετὰ καὶ τοῦ διαφερόντως ἀσκεῖν ἐγκράτειαν. Ἐσσαίων γὰρ οὐδεὶς ἄγεται γυναῖκα, διότι φίλαυτον ἡ γυνὴ καὶ ζηλότυπον οὐ μετρίως καὶ δεινὸν ἀνδρὸς ἤθη παλεῦσαι καὶ συνεχέσι γοητείαις ὑπάγεσθαι.

μελετήσασά γὰρ θῶπας λόγους καὶ τὴν ἄλλην ὑπόκρισιν ‚ ὥσπερ

v.1.p.443
ἐπὶ σκηνῆς, ὄψεις καὶ ἀκοὰς ὅταν δελεάσῃ, διηπατημένων οἱα ὑπηκόων, τὸν ἡγεμόνα νοῦν φενακίζει.

παῖδες δ’ εἰ γένοιντο, φρονήματος ὑποπλησθεῖσα καὶ παρρησίας, ὅσα κατ’ εἰρωνείαν πρότερον ὑπούλως ὑπῃνίττετο, ταῦτα ἀπ’ εὐτολμοτέρου θράσους ἐκλαλεῖ καὶ ἀναισχυντοῦσα βιάζεται πράττειν, ὧν ἕκαστον κοινωνίας ἐχθρόν.

ὁ γὰρ ἢ γυναικὸς φίλτροις ἐνδεθεὶς ἢ τέκνων ἀνάγκῃ φύσεως προκηδόμενος οὐκέτι πρὸς ἄλλους ὁ αὐτός ἐστιν ‚ ἀλλ’ ἕτερος γέγονε λεληθὼς ἀντ’ ἐλευθέρου δοῦλος.

οὕτως γοῦν ὁ βίος ἐστὶν αὐτῶν περιμάχητος, ὥστ’ οὐκ ἰδιῶται μόνον, ἀλλὰ καὶ μεγάλοι βασιλεῖς ἀγάμενοι τοὺς ἄνδρας τεθήπασι, καὶ τὸ σεμνὸν αὐτῶν ἀποδοχαῖς καὶ τιμαῖς ἔτι μᾶλλον σεμνοποιοῦσι.

Ταῦτα μὲν ἀπὸ τοῦ εἰρημένου κείσθω συγγράμματος· ἀπὸ δὲ τοῦ Περὶ τοῦ πάντα σπουδαῖον ἐλεύθερον εἶναι τὰ οὕτως ἔχοντα παραθήσομαι