Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

περατικοὶ γάρ τινες ἑρμηνεύονται, τὴν ἀπὸ τῶν τῇδε ἐπὶ τὴν τοῦ τῶν ὅλων θεοῦ διάβασίν τε καὶ θεωρίαν στειλάμενοι. φυσικοῖς γάρ τοι λογισμοῖς καὶ νόμοις ἀγράφοις τὴν ὀρθὴν τῆς ἀρετῆς διευθύναντες πορείαν, καὶ πέραν τῶν σαρκὸς ἡδονῶν ἐπὶ τὸν πάνσοφον καὶ θεοσεβῆ βίον διαβεβηκότες ἀναγράφονται.

ἐν δὴ τούτοις ἡμῖν ἅπασι καὶ ὁ βοώμενος τοῦ παντὸς ἔθνους γε

v.1.p.356
νάρχης Ἁβραὰμ καταριθμείσθω, ᾧ μαρτυρεῖ τὰ λόγια δικαιοσύνην, οὐ τὴν ἐκ νόμου πάλιν Μωσέως, ὅτι μηδὲ ἦν πω τότε, (μετὰ γοῦν τὸν Ἁβραὰμ ἑβδόμῃ γενεᾷ Μωσῆς ἀναπέφηνε) πλὴν ἀλλὰ καὶ οὗτος δί- καιος καὶ εὐσεβὴς, εἰ καί τις ἄλλος, ἀνείρηται, τοῖς ἄνωθεν δεδηλωμένοις παραπλησίως.

λέγει δ᾿ οὖν ἡ γραφὴ “καὶ ἐπίστευσεν Ἁβραὰμ τῷ θεῷ, καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην.” πατέρα δὴ πολλῶν ἐθνῶν ὁ θεῖος χρησμὸς τοῦτον ἔσεσθαι προαγορεύει, διαρρήδην τε εὐλογηθήσεσθαι ἐν αὐτῷ φησι πάντα τὰ ἔθνη τῆς γῆς καὶ πάσας τὰς φυλὰς, ἄντικρυς τὰ νῦν καθ᾿ ἡμὰς συντελούμενα θεσπίζων.

ἀλλ᾿ ὅ γε Ἁβραὰμ ἐκεῖνος μετὰ τὴν ἐν δικαιοσύνη τελείωσιν, οὐ διὰ τοῦ Μωσέως νόμου, διὰ δὲ πίστεως κατωρθωμένης αὐτῷ, μετά γε τὰς ἀναγράπτους θεοφανείας, ἐπ᾿ αὐτῷ γήρᾳ μέλλων γνησίου παιδὸς χρηματίζειν πατὴρ, πρῶτος ἀπάντων κατὰ χρησμὸν τὸ σῶμα περιτέμνεται, τοῦτο καὶ τοῖς ἐξ αὐτοῦ γεννωμένοις ἐπιτελεῖν παραδοὺς, εἴτε εἰς ἐμφανῆ σημείωσιν τῆς τῶν ἐξ αὐτοῦ παίδων πολυπληθίας, εἴτε καὶ ὡς ἔχοιεν οἱ παῖδες πάτριον γνώρισμα, ἤτοι βιοῦντες κατὰ τὸν τῶν προγόνων ζῆλον, ἢ τῆς ἐκείνων ἀρετῆς ἀπολειπόμενοι, εἴτε καθ᾿ ἑτέρας οἱασδηποτοῦν αἰτίας, ἃς οὐ νῦν σχολὴ πολυπραγμονεῖν.

τοι- όσδε μὲν οὖν καὶ οὗτος εἰς μίμησιν ἐκκείμενος. μετὰ δ᾿ αὐτὸν Ἰσαὰκ τῆς πατρῴας ὁμοῦ θεογνωσίας τε καὶ θεοφιλίας διάδοχος ἀναδείκνυται, κλήρων ἁπάντων τοῦτον κάλλιστόν τε καὶ τρισμακάριον τοῦ πατρὸς διαδεδεγμένος. μιᾷ τοῦτον γαμετῇ τὰ θεῖά φασι συνελθόντα λόγια μιᾷ χρήσασθαι παιδοποιίᾳ· καθ᾿ ἥν διδύμου γονῆς ἀποδειχθεὶς πατὴρ εἰς τοῦτο περιγράψασθαι τὴν πρὸς τὴν γαμετὴν ὁμιλίαν ὑπερ-

v.1.p.357
βολῇ σωφροσύνης λέγεται.

ἐνταῦθά σοι καὶ Ἰακωβ, ὁ καὶ Ἰσραὴλ, εἰσήχθω, διώνυμός τις γεγονὼς ἀνὴρ παρὰ τὴν τῶν οἰκείων ἀρετῶν διαλλάττουσαν προκοπήν. ὅτε μὲν οὑν ἐγγυμναζόμενος τοῖς πρακτικοῖς ἤθεσί τε καὶ βίοις τῶν ὑπὲρ εὐσεβείας πόνων ἀπεπειρᾶτο, Ἰακὼβ αὐτῷ ὄνομα ἦν, ἀσκητὴν δὲ καὶ ἀθλητὴν ἡ προσηγορία δηλοῖ ἐπὶ τὴν Ἑλλάδα μεταληφθεῖσα φωνήν·

ὅτε δὲ λοιπὸν τὰ νικητήρια κατὰ τῶν ἀντιπάλων ἀπολαβὼν στέφεται, ἤδη τε τῶν κατὰ θεωρίαν ἀγαθῶν ἀπολαύει, τηνικαῦτα αὐτῷ καὶ τοὔνομα μεταβάλλει ὁ χρηματίζων θεὸς, ὁμοῦ καὶ θεοπτίας αὐτὸν ἀξιῶν, καὶ τῶν θειοτέρων γερῶν τε καὶ τιμῶν τὰς ἀμοιβὰς διὰ τῆς προσηγορίας δωρούμενος.

λέγει δ’ οὖν πρὸς αὐτὸν ὁ χρησμὸς “οὐκέτι κληθήσεται τὸ ὄνομά σου Ἰακὼβ, ἀλλ’ Ἰσραὴλ ἔσται τὸ ὄνομά σου, ὅτι ἐνίσχυσας μετὰ τοῦ θεοῦ, καὶ μετὰ ἀνθρώπων δυνατός,” τὸν ὁρατικὸν ἄνδρα καὶ θεωρητικὸν τοῦ Ἰσραὴλ ὑποφαίνοντος ὑποφαίνοντος· ἐπεὶ καὶ τοὔνομα μεταβληθὲν σημαίνει ἄνθρωπον ὁρῶντα θεόν.

τοιόσδε μὲν οὖν καὶ οὗτος ἐξ οὖ τὸ δωδεκάφυλον τοῦ Ἰουδαίων ἔθνους ὑπέστη γένος. μυρία δ’ ἂν λεχθείη περὶ τοῦ βίου τῶν ἀνδρῶν καὶ τῆς φιλοσόμου καρτερίας τε αὐτῶν καὶ ἀσκήσεως, τὰ μὲν πρὸς λέξιν θεωρούμενα, τὰ δὲ καὶ δι’ ὑπονοιῶν ἀλληγορούμενα· ’ περὶ ὧν εἴρηται μὲν καὶ ἄλλοις, ἀτὰρ καὶ ἡμῖν ἐν οἷς ἐπραγματευσάμεθα περὶ τῆς τῶν παλαιῶν ἀνδρῶν πολυπαιδίας. τοιοίδε μὲν οὖν καὶ οὔτοι.

Ἔχω σοι παρ’ αὐτοὺς καὶ ἄλλον εἰπεῖν, Ἰὼβ ὄνομα τῷ ἀνδρὶ ἀνδρὶ, ὃν τὰ ἱερὰ μαρτυρεῖ λόγια γεγονέναι ἄνθρωπον ἄμεμπτον, ἀληθινὸν, δίκαιον, θεοσεβῆ, ἀπεχόμενον ἀπὸ παντὸς πονηροῦ πράγματος· οὗτός

v.1.p.358
γέ τοι οὐδὲν προσήκων τῷ Ἰουδαίων γένει ἐπὶ πᾶσι τοῖς τῆς εὐσεβείας κατορθώμασι μεμαρτύρηται.

οἵ γε μὴν τοῦ Ἰακὼβ παῖδες, τὴν πάτριον θεογνωσίαν τε καὶ θεοσέβειαν ἠγαπηκότες, τὴν τῶν ἀνέκα- θεν Ἑβραίων φήμην ἐπὶ μέγα δόξης προῆγον, ὥστε ἤδη καὶ πάσης Αἰγύπτου τὴν ἀρχὴν ἀνάψασθαι.

ὁ γάρ τοι Ἰωσὴφ τοῖς σωφροσύνης προαναστεφθεὶς βραβείοις, κἄπειτα τὴν Αἰγυπτίων ὑποδεξάμενος ἡγεμονίαν, τὸν θεοφιλῆ τῶν Ἑβραίων διέδειξε τρόπον, ὃν καὶ αὐτὸν ζηλοῦν δι᾿ εὐχῆς πεποιήμεθα, δοῦλον αὐτὸν ἐξ οἰκείων ἐπιβουλῆς γεγενημένον καὶ δοῦλον Αἰγυπτίου ἀνδρός.

τὰ μὲν γὰρ ἄλλα ὅσα εἰς ὡραιότητα καὶ ῥώμην σώματος αὐτῷ καὶ εὐμορ- φίαν ηὐτύχητο παρίημι, εἰ καὶ τὰ λόγια κάλλους αὐτὸν ὥρᾳ πάντων διενεγκεῖν ἀναγράφει· τὰ δὲ περὶ ψυχῆς πῶς ἄν τις ἀναγράψειε, κατ᾿ ἀξίαν τῆς τἀνδρὸς ἀρετῆς τὸν ἔπαινον διελθεῖν προῃρημένος;

φύσει μὲν αὐτῷ παρεῖναι λόγος τὸ ἐλευθέριον γνώρισμα, τοῦ τε τρόπου τὸ εὐγενὲς ἐπανθοῦν τῷ προσώπῳ· τοῖς δὲ εὐσεβείας διαπρέπουσι κόσμοις διαφερόντως ἐξήσκητο ἐξήσκητο, ὡς ἐν σωφροσύνῃ καὶ δικαιοσύνῃ φρονήσει τε καὶ ἀνδρείᾳ τὴν ψυχὴν ἐκλάμπειν, καὶ πολὺ πρότερον ἐν ἐπιγνώσει καὶ εὐσεβείᾳ τοῦ τῶν ἁπάντων θεοῦ, ἣν οἱ γεννήσαντες ἐκ σπαργάνων λέγονται αὐτοῦ τῇ ψυχῇ καταβεβληκέναι.

ἐπιμανείσῃ δ᾿ οὖν αὐτῷ τῇ τοῦ δεσπότου γα- μετῇ, εἰς ἀκολάστους τε καὶ ἐρωτικὰς ὁμιλίας ἅτε νέον τὸ σῶμα κατασύρειν πειρωμένῃ, καὶ πρῶτα μὲν λόγοις ἀπατᾶν αὐτὸν ἐπιχειρούσῃ, εἶτα δὲ ἱκεσίαις ἀντιβολούσῃ, καὶ τέλος βιαιότερον χεῖρας ἐπάγειν τολμώσῃ, ἀναιδέσι τε ἤδη καὶ ἀναισχύντοις περιπλοκαῖς χρωμένη, τῆς τῶν πατέρων εὐσεβοῦς διδασκα-

v.1.p.359
λίας ὁ ἥρως τὴν μνήμην ἀναπεμπασάμενος, καὶ τὸν θεοσεβῆ καὶ ἀληθῶς Ἑβραῖον ἔργοις ὁμοῦ καὶ λόγοις ἀποδείξας, τὸ μὲν αἰσχρὸν καὶ ἀκόλαστον γύναιον διασείεται, κραταιοτέρᾳ τῇ χειρὶ παραλλάξας· ὥσπερ δέ τινος δεινοῦ καὶ λελυττηκότος θηρὸς ἀποδρὰς φυγῇ τὴν σωτηρίαν πορίζεται.

κἄπειτα αὐτὸς πρὸς ἑαυτὸν σώφρονι λογισμῷ τοιάδε ἐπιλογίζεται, καί φησιν “εἰ ὁ κύριός μου δι’ ἐμὲ οὐδὲν γινώσκει τῶν ἐν τῷ οἴκῳ αὐτοῦ, καὶ πάντα ὅσα ἐστὶν ἐν αὐτῷ δέδωκεν εἰς τὰς χεῖράς μου, καὶ πῶς ποιήσω τὸ πονηρὸν ῥῆμα τὸ μέγα τοῦτο, καὶ ἁμαρτήσομαι ἐναντίον τοῦ θεοῦ;” ἐφ’ οἷς οἶα νικηφόρον τοῖς ἀρετῆς βραβείοις ἀναστέψας αὐτὸν ὁ τῶν ὅλων θεὸς τὴν κατὰ τῶν δεσποτῶν αὐτοῦ καὶ αὐτῆς Αἰγύπτου βασιλείαν τε καὶ ἡγεμονίαν παραδίδωσι· πλὴν ἀλλὰ καὶ οὗτος Εβραῖος ἐξ Ἑβραίων, οὐχὶ δὲ Ἰουδαῖος, ὅτι μηδὲ ἢν πω τὰ Ἰουδαίων, ἐν τοῖς μάλιστα θεοφιλέσι καὶ τρισμακαρίοις ἀνείληπται.

Μετὰ δὲ τοὺς εἰρημένους Ἑβραίους, ἐπειδὴ εἰς πολυανθρωπίαν ἐπεδίδου τὸ τῶν ἀπογόνων γένος, ἤδη τε καὶ τὸ Ἰουδαίων ἐξ αὐτῶν ἔθνος συνεστὼς ἐπλεόναζέν τε ὁσημέραι καὶ ἐπλήθυνεν, τὰ μὲν τῆς εὐσεβοῦς ἀγωγῆς τῶν πρόπαλαι θεοφιλῶν προπατόρων κατὰ σμικρὸν αὐτοῖς ἐξησθένει καὶ ἀπημβλύνετο, τὰ δὲ τῆς παρ’ Αἰγυπτίοις διατριβῆς τοσοῦτον τῆς τῶν δηλουμένων κατίσχυε πληθύος ὡς τῆς μὲν πατρίου ἀρετῆς εἰς λήθην ἐλθεῖν, τῇ δὲ παρ’ Αἰγυπτίοις ὁμοιοτροπίᾳ τοὺς βίους περιενεχθῆναι, ὡς κατὰ μηδὲν Αἰγυπτίων τὸν τρόπον διαφέρειν δοκεῖν.

ἐνταῦθα δῆτα αὐτοῖς τοιοῖσδε ἀποτελεσθεῖσιν ὁ τῶν προπατόρων θεὸς ἡγεμόνα καὶ νομοθέτην ἐκπέμπει Μωσέα, τὰς διὰ χρησμῶν τῶν πρὸς τοὺς

v.1.p.360
προγόνους αὐτῶν πιστούμενος ἐπαγγελίας· κἄπειτα δι’ αὐτοῦ τὰ ἀνάγραπτα θαύματα καὶ τὰς παραδόξους θεοσημίας ἐπιτελέσας τὸν ἁρμόδιον τοῖς τῶν ἀκροωμένων ἤθεσι προβάλλεται νόμον·

οἳ μὴ ζηλώσαντες τὴν πάτριον ἀρετὴν δι’ ἀβελτερίαν, οἷα δὴ τὰς ψυχὰς ἐμπαθεῖς καὶ νενοσηλευμένοι, τὴν κατάλληλον παρελάμβανον πολιτείαν, τὰ μὲν προφανῶς ἐκ τοῦ προδήλου διαταττομένου Μώσεως, τὰ δὲ δι’ ὑπονοιῶν αἰνιττομένου, σύμβολά τε καὶ σκιὰς, ἀλλ’ οὐ γυμνὴν ἀλήθειαν φυλάττειν αὐτοῖς καὶ περιέπειν ὑποθεμένου.

καὶ δὴ τὸ Ἰουδαίων πολίτευμα ἐντεῦθέν ποθεν ἀπὸ Μώσεως ἀρξάμενον μέχρι καὶ τῆς τοῦ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίας ταῖς τῶν οἰκείων προφητῶν ἀκολούθως φωναῖς διαρκεῖ, ὅτι δὴ καὶ τοῦτο Μωσέως ἣν αὐτοῦ καὶ τῶν μετέπειτα προφητῶν θέσπισμα, μὴ πρότερον ἐκλιπεῖν τὰ Μωσέως νόμιμά τε καὶ διατάγματα ἢ τὰ τοῦ Χριστοῦ φανῆναι, τὰ τῆς καινῆς δηλαδὴ διαθήχης, τῆς διὰ τοῦ σωτῆρος ἡμῶν πᾶσι τοῖς ἔθνεσι κατηγγελμένης· ἃ καὶ ὧδε τέλους ἔτυχεν, ᾗ καὶ ἀναπεφώνηται.