Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Οὐκοῦν εἰ ποιότητες τῆς ὕλης τὰ κακὰ, τὰς δὲ ποιότητας αὐτῆς εἰς τὸ κρεῖττον ἔτρεψεν ὁ θεὸς, πόθεν τὰ κακὰ ζητεῖν ἀνάγκη; οὐ γὰρ ἔμειναν αἶ ποιότητες ὁποῖαί ποτ’ ἤσαν τῇ φύσει. ἢ, εἰ μὲν πρό- τερον οὐκ ἦσαν ποιότητες κακαὶ, ἐκ δὲ τοῦ τραπῆναι πρὸς τοῦ θεοῦ τὰς πρώτας τοιαύτας περὶ τὴν ὕλην γεγονέναι ποιότητας φῄς, αἴτιος ἔσται τῶν κακῶν ὁ θεὸς, τρέψας τὰς οὐκ οὔσας ποιότητας κακὰς εἰς τὸ εἶναι κακάς·

ἢ τὰς μὲν κακὰς ποιότητας εἰς τὸ κρεῖττον οὐ δοκεῖ σοι τρέψαι τὸν θεὸν, τὰς δὲ λοιπὰς καὶ μόνας, ὅσαι ἀδιάφοροι ἐτύγχανον τῆς διακοσμή- σεως ἕνεκα, πρὸς τοῦ θεοῦ τετράφθαι λέγεις ;

Οὕτως ἄνωθεν ἔσχον ἐγώ.

Πῶς τοίνυν αὐτὸν τὰς τῶν φαύλων ποιότητας ὡς εἶχον καταλελοιπέναι λέγεις; πότερον δυνάμενον μὲν κἀκείνας ἀνελεῖν, οὐ βουληθέντα δὲ, ἢ

v.1.p.400
τὸ δύνασθαι μὴ ἔχοντα; εἰ μὲν γὰρ δυνάμενον λέξεις, οὐ βουληθέντα δὲ, αὐτὸν αἴτιον τούτων εἰπεῖν ἀνάγκη, ὅτι δυνάμενος ποιήσαι μὴ εἶναι κακὰ, συνεχώρησεν αὐτὰ μένειν ὡς ἦν, καὶ μάλιστα ὅτε δημιουργεῖν τὴν ὕλην ἤρξατο.

εἰ γὰρ μηδ’ ὅλως ἔμελεν αὐτῷ τῆς ὕλης, οὐκ ἂν αἴτιος ἦν ὦν συνεχώρει μένειν· ἐπεὶ δὲ μέρος μέν τι αὐτῆς ἐδημιούργει, μέρος δέ τι οὕτως εἴα, δυνάμενος κἀκεῖνα τρέπειν εἰς τὸ κρεῖττον, αἰτίαν ὀφλισκάνειν ἄξιος εἷναί μοι δοκεῖ, καταλιπὼν μέρος ὕλης εἶναι πονηρὸν ἐπ’ ὀλέθρῳ θρῷ οὗ ἐδημιούργησε μέρους.

ἀλλὰ μὴν καὶ τὰ μέγιστα κατὰ τοῦτο τὸ μέρος ἠδικῆσθαί μοι δοκεῖ, τοῦθ’ ὅπερ κατεσκεύασε τῆς ὕλης μέρος ἀντιλαμβανόμενον τανῦν τῶν κακῶν. εἰ γάρ τις ἐξετάζοι ἐπ’ ἀκριβὲς τὰ πράγματα, χαλεπώτερον νῦν εὑρήσει τὴν ὕλην πεπονθυῖαν τῆς προτέρας ἀκοσμίας. πρὶν γὰρ αὐτὴν διακριθῆναι τὸ μηδὲ αἰσθέσθαι τῶν κακῶν παρῆν αὐτῇ· νυνὶ δὲ ἕκαστον τῶν μερῶν αὐτῆς αἴσθησιν λαμβάνει τῶν κακῶν.

καί μοι ἐπ’ ἀνθρώπου τὸ παράδειγμα λάβε. πρὶν γὰρ εἰκονισθῇ καὶ ζῷον γένηται τῇ τοῦ δημιουργοῦ τέχνῃ, τὸ μηδενὸς ἀντιλαμβάνεσθαι τῶν κακῶν παρὰ τῆς φύσεως εἶχεν· ἀφ’ οὗ δὲ πρὸς τοῦ θεοῦ ἄνθρωπος γίνεται, καὶ τὴν αἴσθησιν τοῦ προσπελάζοντος κακοῦ προσλαμβάνει, καὶ τοῦθ’, ὅπερ ἐπὶ εὐεργεσία τῆς ὕλης πρὸς τοῦ θεοῦ γεγονέναι λέγεις, εὑρίσκεται μᾶλλον ἐπὶ τῷ χείρονι προσγενόμενον αὐτῇ.

εἰ δ’ ἐκ τοῦ μὴ δύνασθαι τὸν θεὸν ἀνελεῖν τὰ κακὰ τὸ μὴ πεπαῦσθαι λέγεις, ἀδύνατον τὸν θεὸν φήσεις ὑπάρχειν. τὸ δὲ ἀδύνατον ἤτοι τῷ φύσει ἀσθενῆ ὑπάρχειν αὐτὸν ἔσται, ἢ τῷ νικᾶσθαι τῷ φόβῳ δεδουλωμένον πρός τινος κρείττονος.

εἰ μὲν οὖν τὸν

v.1.p.401
θεὸν φύσει ἀσθενῆ ὄντα τολμήσεις εἰπεῖν, περὶ τῆς σωτηρίας αὐτῆς κινδυνεύειν μοι δοκεῖς· εἰ δὲ τῷ νικᾶσθαι φόβῳ πρός του μείζονος, μείζονα ἔσται τοῦ θεοῦ τὰ κακὰ, νικῶντα τῆς προαιρέσεως αὐτοῦ τὴν ὁρμήν· ὅπερ ἄτοπον εἶναί μοι λέγειν περὶ θεοῦ δοκεῖ.

διὰ τί γὰρ οὐχὶ μᾶλλον ταῦτ’ ἔσονται θεοὶ, νικὰν κατὰ τὸν λόγον τὸν σὸν δυνάμενα τὸν θεὸν, εἴπερ θεὸν ἐκεῖνό φαμεν ὃ τὴν ἁπάντων ἐξου- σίαν ἔχει;

Βραχέα δέ σου καὶ περὶ τῆς ὕλης αὐτῆς πυ- θέσθαι βούλομαι· καί μοι φέρων λέγε, πότερον ἁπλῆ τις ἢν ἡ ὕλη, ἢ σύνθετος γὰρ διαφορὰ τῶν γε- γονότων εἰς τοιαύτην με περιίστησιν ἐξέτασιν τοῦδε τοῦ λόγου. εἰ γὰρ ἁπλῆ τις ἐτύγχανεν ἡ ὕλη καὶ μονοειδὴς, σύνθετος δὲ ὁ κόσμος, καὶ ἐκ διαφόρων οὐσιῶν τε καὶ κράσεων τὴν σύστασιν ἔχει * * * τὸ γὰρ σύνθετον ἁπλῶν τινων μίξιν μηνύει.

εἰ δ’ αὖ πάλιν τὴν ὕλην σύνθετον λέγειν ἐθέλοις, πάντως ἐξ ἁπλῶν τινων συντεθεῖσθαι φήσεις. εἰ δὲ ἐξ ἁπλῶν συνετέθη, ἦν ποτε καθ’ ἑαυτὰ τὰ ἁπλὰ, ὧν συντεθέντων γέγονεν ἡ ὕλη, ἐξ οὗπερ καὶ γεννητὴ οὖσα δείκνυται.

εἰ γὰρ σύνθετος ἡ ὕλη, τὰ δὲ σύνθετα ἐξ ἁπλῶν τὴν σύστασιν ἔχει, ἢν ποτε καιρὸς ὅτε ἡ ὕλη οὐκ ἦν, τουτέστι πρὶν τὰ ἁπλᾶ συνελθεῖν εἰ δὲ ἢν ποτε καιρὸς ὅτε ἡ ὕλη οὐκ ἣν, οὐκ ἦν δέ ποτε καῖρος ὅτε τὸ ἀγέννητον οὐκ ἢν, οὐκ ἔσται ἀγέννητος ἡ ὕλη.

τὸ δ’ ἐντεῦθεν ἄρα ἔσται πολλὰ τὰ ἀγέννητα. εἰ γὰρ ἦν ἀγέννητος ὁ θεὸς καὶ τὰ ἁπλὰ ἐξ ὧν ἡ ὕλη συνετέθη, οὐκ ἔσται δύο μόνα τὰ ἀγέννητα. δοκεῖ δέ σοι μηδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ ἀντικεῖσθαι;

Δοκεῖ.

v.1.p.402

Ἀντίκειται δὲ τῷ πυρὶ τὸ ὕδωρ;

Ἀντικεῖσθαί μοι φαίνετ·αι.

Ὁμοίως δὲ καὶ τῷ φωτὶ τὸ σκότος καὶ τῷ ψυχρῷ τὸ θερμὸν, πρὸς δὲ τούτοις καὶ τῷ ξηρῷ τὸ ὑγρόν;

Οὕτως ἔχειν μοι δοκεῖ.

Οὐκοῦν εἰ μηδὲν τῶν ὄντων αὐτὸ έαυτῶ̣ ἀντίκειται, οὐκ ἔσονται ὕλη μία, οὐδὲ μὴν ἐξ ὕλης μιᾶς. ὅμοιον δέ τινα τούτῳ λόγον πάλιν πυθέσθαι σου βούλομαι. δοκεῖ σοι τὰ μέρη μὴ ἀναιρετικὰ τυγχάνειν ἀλλήλων;

Δοκεῖ.

Εἶναι δὲ τῆς ὕλης μέρη τό τε πῦρ καὶ τὸ ὕδωρ, ὡσαύτως δὲ καὶ τὰ λοιπά;

Οὕτως ἔχει.

Τί δέ; οὐ δοκεῖ σοι ἀνατρεπτικὸν μὲν εἶναι τοῦ πυρὸς τὸ ὕδωρ, τοῦ δὲ σκότους τὸ φῶς, καὶ τἄλλα ὅσα τοι τοις παραπλήσια;

Δοκεῖ.

Οὐκοῦν εἰ τὰ μέρη οὐκ ἔστιν ἀλλήλων ἀναι- ρετικὰ, οὐκ ἔσται ἀλλήλων μέρη· εἰ δὲ οὐκ ἔστιν ἀλλήλων μέρη, οὐκ ἔσονται ὕλης μιᾶς. ἀλλὰ μὴν οὐδ’ αὐτὰ ἔσονται ὕλη τῷ μηδέν τι τῶν ὄντων αὐτὸ ἑαυτοῦ ἀναιρετικὸν ὑπάρχειν κατὰ τὸν τοῦ ἀντικειμένον λόγον.

οὐδὲ γάρ ἐστί τι αὑτῷ ἀντικείμενον· τὰ γὰρ ἀντικείμενα ἑτέροις ἀντικεῖσθαι πεφυκεν. οἶον τὸ λευκὸν αὐτὸ ἑαυτῷ οὐκ ἀντίκειται, πρὸς δὲ τὸ μέλαν ἀντικείμενον λέγεται καὶ τὸ φῶς ὁμοίως ἑαυτῷ μὴ ἀντικεῖσθαι δείκνυται‚ πρὸς δὲ τὸ σκότος οὕτως ἔχον φαίνεται, καὶ ἄλλα γοῦν ὁμοίως πλεῖστα ὅσα εἰ τοίνυν καὶ ὕλη μία τις ἦν, οὐκ ἂν αὐτὴ αὑτῇ ἀντέκειτο. οὕτω δὲ τῶν ἀντικειμένων ἐχόντων τὸ μὴ εἶναι τὴν ὕλην δείκνυται.’’

v.1.p.403

Τοσαῦτα καὶ ὁ προδηλωθεὶς συγγραφεύς. αὐ- τάρκη δὲ περιγραφὴν εἰληφότος τοῦ λόγου, ἐπὶ τὸν ὄγδοον τῆς Εὐαγγελικῆς Προπαρασκευῆς μεταβάντες, τὰ λείποντα τῷ προκειμένῳ σκέμματι, σύμμαχον ἐπικαλεσάμενοι τὸν θεὸν, ἀναπληρώσομεν

ΠΡΟΟΙΜΙΟΝ.

Τοὺς βίους τῶν παλαιῶν Ἑβραίων‚ τόν δὴ καὶ τὴν προσηγορίαν ἐπαληθευσάντων θεοφιλῶν ἀνδρῶν, πρόσθεν ἢ Μωσἐα φανῆναι πάσης ἀρετῆς βραβείοις ἀναδησαμένων ‚ τά τε θεοσεβῆ δόγματά τε καὶ παιδεύματα ‚ καὶ προσέτι τὰς παναληθεῖς καὶ εὐσεβεῖς αὐτῶν θεολογίας ‚ ὣν εἰς ἔρωτα καὶ πόθον ἐλθεῖν ὡμολογήκαμεν ‚ διελθὼν ἐν τῷ πρὸ τούτου) μέτειμι νῦν ἀκολούθῳ τῇ τάξει χρώμενος ἐπὶ τὴν κατὰ Μωσἐα πολιτείαν ‚ δεύτερον ἐπέχουσαν εὐσεβείας μετὰ τὸν πρῶτον ἐκεῖνον βαθμὸν ‚ τὸν δὴ καὶ μόνῳ τῷ Ἰουδαίων ἔθνει νενομοθετημένον.

ὡς γὰρ μόνοις Ἰουδαίοις ‚ οὐκέτι δὲ καὶ τοῖς κατὰ τὴν οἰκουμένην ἔθνεσιν, ἦν ἁρμόδια τὰ διὰ Μώσεως, οὐδὲ δυνατὰ πᾶσιν ἀνθρώποις ‚ λέγω δὲ τοῖς πόρρω που τῆς Ἰουδαίας γῆς οἰκοῦσιν Ἕλλησί τε καὶ βαρβάροις, φυλάττεσθαι κατὰ τὸν οἰκεῖον καιρὸν ἀποδείξομεν.