Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Οὔ τι μοι δοκεῖ ἀλλαγήν τινα οὐσιῶν γεγο- νέναι καὶ γὰρ ἄτοπον τοῦτο λέγειν μοι φαίνεται τροπὴν δέ τινα τῶν ποιοτήτων γεγονέναι φημὶ, καθ’ ἃς δημιουργὸν εἶναι λέγω τὸν θεὸν, καὶ ὥσπερ εἰ τύχοι λέγειν ἐκ λίθων οἰκίαν γεγονέναι, ἐφ’ ὧν οὐκ ἔστιν εἰπεῖν ὡς οὐκέτι λίθοι μένουσι τῇ οὐσίᾳ, οἰκία γενόμενοι οἶ λίθοι

τῇ γὰρ ποιότητι τῆς σὺν θέσεως τὴν οἰκίαν γεγονέναι φημὶ, τραπείσης δηλονότι τῆς προτέρας τῶν λίθων ποιότητος), οὕτω μοι δοκεῖ καὶ τὸν θεὸν, ὑπομενούσης τῆς οὐσίας, τροπήν τινα τῶν ποιοτήτων αὐτῆς πεποιηκέναι, καθ’ ἣν τὴν

v.1.p.399
τοῦδε τοῦ κόσμου γένεσιν πρὸς τοῦ θεοῦ γεγονέναι λέγω.

Ἐπεὶ τοίνυν τροπήν τινα τῶν ποιοτήτων πρὸς τοῦ θεοῦ γεγονέναι φῄς, ἀπόκριναί μοι βραχέα πυθέσθαι προαιρουμένῳ. λέγε δὴ εἰ ὁμοίως καὶ σοὶ δοκεῖ τὰ κακὰ ποιότητας εἶναι τῶν οὐσιῶν;

Δοκεῖ.

Ἄνωθεν δὲ ἦσαν αἶ ποιότητες αὗται ἐν τῇ ὕλῃ, ἢ ἀρχὴν ἔσχον τοῦ εἶναι;

Συνεῖναί φημι ἀγεννήτως τῇ ὕλῃ ταυτασὶ τὰς ποιότητας.

Οὐχὶ δὲ τὸν θεὸν φὴς τροπήν τινα τῶν ποιοτήτων πεποιηκέναι ;

Τοῦτό φημι.

Πότερον οὖν εἰς τὸ κρεῖττον, ἢ εἰς τὸ χεῖρον ;

Εἰς τὸ κρεῖττον λέγειν μοι δοκεῖ.

Οὐκοῦν εἰ ποιότητες τῆς ὕλης τὰ κακὰ, τὰς δὲ ποιότητας αὐτῆς εἰς τὸ κρεῖττον ἔτρεψεν ὁ θεὸς, πόθεν τὰ κακὰ ζητεῖν ἀνάγκη; οὐ γὰρ ἔμειναν αἶ ποιότητες ὁποῖαί ποτ’ ἤσαν τῇ φύσει. ἢ, εἰ μὲν πρό- τερον οὐκ ἦσαν ποιότητες κακαὶ, ἐκ δὲ τοῦ τραπῆναι πρὸς τοῦ θεοῦ τὰς πρώτας τοιαύτας περὶ τὴν ὕλην γεγονέναι ποιότητας φῄς, αἴτιος ἔσται τῶν κακῶν ὁ θεὸς, τρέψας τὰς οὐκ οὔσας ποιότητας κακὰς εἰς τὸ εἶναι κακάς·

ἢ τὰς μὲν κακὰς ποιότητας εἰς τὸ κρεῖττον οὐ δοκεῖ σοι τρέψαι τὸν θεὸν, τὰς δὲ λοιπὰς καὶ μόνας, ὅσαι ἀδιάφοροι ἐτύγχανον τῆς διακοσμή- σεως ἕνεκα, πρὸς τοῦ θεοῦ τετράφθαι λέγεις ;

Οὕτως ἄνωθεν ἔσχον ἐγώ.

Πῶς τοίνυν αὐτὸν τὰς τῶν φαύλων ποιότητας ὡς εἶχον καταλελοιπέναι λέγεις; πότερον δυνάμενον μὲν κἀκείνας ἀνελεῖν, οὐ βουληθέντα δὲ, ἢ

v.1.p.400
τὸ δύνασθαι μὴ ἔχοντα; εἰ μὲν γὰρ δυνάμενον λέξεις, οὐ βουληθέντα δὲ, αὐτὸν αἴτιον τούτων εἰπεῖν ἀνάγκη, ὅτι δυνάμενος ποιήσαι μὴ εἶναι κακὰ, συνεχώρησεν αὐτὰ μένειν ὡς ἦν, καὶ μάλιστα ὅτε δημιουργεῖν τὴν ὕλην ἤρξατο.

εἰ γὰρ μηδ’ ὅλως ἔμελεν αὐτῷ τῆς ὕλης, οὐκ ἂν αἴτιος ἦν ὦν συνεχώρει μένειν· ἐπεὶ δὲ μέρος μέν τι αὐτῆς ἐδημιούργει, μέρος δέ τι οὕτως εἴα, δυνάμενος κἀκεῖνα τρέπειν εἰς τὸ κρεῖττον, αἰτίαν ὀφλισκάνειν ἄξιος εἷναί μοι δοκεῖ, καταλιπὼν μέρος ὕλης εἶναι πονηρὸν ἐπ’ ὀλέθρῳ θρῷ οὗ ἐδημιούργησε μέρους.

ἀλλὰ μὴν καὶ τὰ μέγιστα κατὰ τοῦτο τὸ μέρος ἠδικῆσθαί μοι δοκεῖ, τοῦθ’ ὅπερ κατεσκεύασε τῆς ὕλης μέρος ἀντιλαμβανόμενον τανῦν τῶν κακῶν. εἰ γάρ τις ἐξετάζοι ἐπ’ ἀκριβὲς τὰ πράγματα, χαλεπώτερον νῦν εὑρήσει τὴν ὕλην πεπονθυῖαν τῆς προτέρας ἀκοσμίας. πρὶν γὰρ αὐτὴν διακριθῆναι τὸ μηδὲ αἰσθέσθαι τῶν κακῶν παρῆν αὐτῇ· νυνὶ δὲ ἕκαστον τῶν μερῶν αὐτῆς αἴσθησιν λαμβάνει τῶν κακῶν.

καί μοι ἐπ’ ἀνθρώπου τὸ παράδειγμα λάβε. πρὶν γὰρ εἰκονισθῇ καὶ ζῷον γένηται τῇ τοῦ δημιουργοῦ τέχνῃ, τὸ μηδενὸς ἀντιλαμβάνεσθαι τῶν κακῶν παρὰ τῆς φύσεως εἶχεν· ἀφ’ οὗ δὲ πρὸς τοῦ θεοῦ ἄνθρωπος γίνεται, καὶ τὴν αἴσθησιν τοῦ προσπελάζοντος κακοῦ προσλαμβάνει, καὶ τοῦθ’, ὅπερ ἐπὶ εὐεργεσία τῆς ὕλης πρὸς τοῦ θεοῦ γεγονέναι λέγεις, εὑρίσκεται μᾶλλον ἐπὶ τῷ χείρονι προσγενόμενον αὐτῇ.

εἰ δ’ ἐκ τοῦ μὴ δύνασθαι τὸν θεὸν ἀνελεῖν τὰ κακὰ τὸ μὴ πεπαῦσθαι λέγεις, ἀδύνατον τὸν θεὸν φήσεις ὑπάρχειν. τὸ δὲ ἀδύνατον ἤτοι τῷ φύσει ἀσθενῆ ὑπάρχειν αὐτὸν ἔσται, ἢ τῷ νικᾶσθαι τῷ φόβῳ δεδουλωμένον πρός τινος κρείττονος.

εἰ μὲν οὖν τὸν

v.1.p.401
θεὸν φύσει ἀσθενῆ ὄντα τολμήσεις εἰπεῖν, περὶ τῆς σωτηρίας αὐτῆς κινδυνεύειν μοι δοκεῖς· εἰ δὲ τῷ νικᾶσθαι φόβῳ πρός του μείζονος, μείζονα ἔσται τοῦ θεοῦ τὰ κακὰ, νικῶντα τῆς προαιρέσεως αὐτοῦ τὴν ὁρμήν· ὅπερ ἄτοπον εἶναί μοι λέγειν περὶ θεοῦ δοκεῖ.

διὰ τί γὰρ οὐχὶ μᾶλλον ταῦτ’ ἔσονται θεοὶ, νικὰν κατὰ τὸν λόγον τὸν σὸν δυνάμενα τὸν θεὸν, εἴπερ θεὸν ἐκεῖνό φαμεν ὃ τὴν ἁπάντων ἐξου- σίαν ἔχει;

Βραχέα δέ σου καὶ περὶ τῆς ὕλης αὐτῆς πυ- θέσθαι βούλομαι· καί μοι φέρων λέγε, πότερον ἁπλῆ τις ἢν ἡ ὕλη, ἢ σύνθετος γὰρ διαφορὰ τῶν γε- γονότων εἰς τοιαύτην με περιίστησιν ἐξέτασιν τοῦδε τοῦ λόγου. εἰ γὰρ ἁπλῆ τις ἐτύγχανεν ἡ ὕλη καὶ μονοειδὴς, σύνθετος δὲ ὁ κόσμος, καὶ ἐκ διαφόρων οὐσιῶν τε καὶ κράσεων τὴν σύστασιν ἔχει * * * τὸ γὰρ σύνθετον ἁπλῶν τινων μίξιν μηνύει.

εἰ δ’ αὖ πάλιν τὴν ὕλην σύνθετον λέγειν ἐθέλοις, πάντως ἐξ ἁπλῶν τινων συντεθεῖσθαι φήσεις. εἰ δὲ ἐξ ἁπλῶν συνετέθη, ἦν ποτε καθ’ ἑαυτὰ τὰ ἁπλὰ, ὧν συντεθέντων γέγονεν ἡ ὕλη, ἐξ οὗπερ καὶ γεννητὴ οὖσα δείκνυται.

εἰ γὰρ σύνθετος ἡ ὕλη, τὰ δὲ σύνθετα ἐξ ἁπλῶν τὴν σύστασιν ἔχει, ἢν ποτε καιρὸς ὅτε ἡ ὕλη οὐκ ἦν, τουτέστι πρὶν τὰ ἁπλᾶ συνελθεῖν εἰ δὲ ἢν ποτε καιρὸς ὅτε ἡ ὕλη οὐκ ἣν, οὐκ ἦν δέ ποτε καῖρος ὅτε τὸ ἀγέννητον οὐκ ἢν, οὐκ ἔσται ἀγέννητος ἡ ὕλη.

τὸ δ’ ἐντεῦθεν ἄρα ἔσται πολλὰ τὰ ἀγέννητα. εἰ γὰρ ἦν ἀγέννητος ὁ θεὸς καὶ τὰ ἁπλὰ ἐξ ὧν ἡ ὕλη συνετέθη, οὐκ ἔσται δύο μόνα τὰ ἀγέννητα. δοκεῖ δέ σοι μηδὲν τῶν ὄντων αὐτὸ ἑαυτῷ ἀντικεῖσθαι;

Δοκεῖ.

v.1.p.402

Ἀντίκειται δὲ τῷ πυρὶ τὸ ὕδωρ;

Ἀντικεῖσθαί μοι φαίνετ·αι.

Ὁμοίως δὲ καὶ τῷ φωτὶ τὸ σκότος καὶ τῷ ψυχρῷ τὸ θερμὸν, πρὸς δὲ τούτοις καὶ τῷ ξηρῷ τὸ ὑγρόν;

Οὕτως ἔχειν μοι δοκεῖ.