Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Οί μεν δὴ λοιποί πάντες ἄνθρωποι, ἄνωθεν ἐκ πρώτης τον βίον σνστάσεως καὶ εἰς τὸν χρόνον μόνῃ τῇ τῶν σωμάτων προσανασχόντες αἰσθήσει τῷ μηδέν περί τῆς ἐν αὐτοῖς ψνχῆς διειληφέναι πλέον τε οὐδὲν τῶν ὁρωμένων ἐν τοῖς οὖσιν ὑπάρχειν ἡγησάμενοι, τὸ καλόν καὶ συμφέρον καὶ μόνον ἀγαθὸν τῇ τῶν σωμάτων ἀνέθηκαν ἡδονῇ· μόνην τε ταύτην, ὡς τὸ μόνον οὖσαν ἀγαθὸν καὶ προσηνὲς καὶ ἡδὺ πρὸς ἀπόλανσίν τε εὐδαίμονος βίου αὐτάρκη, περισπονδαστον ὑποθέμενοι θεῶν μεγίστην ἡγήσαντό τε καὶ τεθειάκασιν, οὐδὲ τῆς ζωῆς αν της, εἰ μὴ μετέχοι τῆς τῶν σωμάτων ἡδονῆς, ἐφιέμενοι, καὶ ζῆν οὐ διὰ τὸ ζῆν, διὰ δὲ τὲ ἡδέως ζῆν ἀσπαζόμενοι, τοῦτο καὶ τοῖς ἰδίοις εὐξάμενοι παιβἰν ὡς μόνον ἀγαθὸν παρεῖναι.

ἔνθεν οἱ μὲν τὰ χορηγὰ τῆς ἐνσάρκον ζωῆς ἥλιον εἶναι καὶ σελήνην καὶ ἀστέρας ὑποτοπάβαντες, καί πως καὶ πρὸς τὴν ὄψιν τοῦ φωτὸς καταπλαγέντες πρώτους θεὺς ἀνηγόρευσαν, μόνους αἰτίους τῶν ὅλων εἶναι ἀπο-

v.1.p.345
φηνάμενοι· οἶ δὲ τοὺς ἀπὸ γῆς καρποὺς τήν τε ὑγρὰν καὶ ξηρὰν καὶ θερμὴν οὐσίαν τά τε λοιπὰ τοῦ κόσμου μέρη, δι’ ὧν αὐτοῖς τὰ σώματα τρεφό- μενά τε καὶ πιαινόμενα τὴν ἔνσαρκον ὁμοῦ ζωήν τε καὶ ἡδονὴν ἐθηρᾶτο, θεῶν πάλιν προσηγορίᾳ τετι- μήκασιν· οἱ δὲ πολὺ πρότερον τούτων γυμνῇ καὶ ἀκαλύπτῳ κεφαλῇ τὰ σφέτερα πάθη καὶ τὴν δέσποι- ναν αὐτῶν ἡδονὴν, ἔρωτα καὶ πόθον καὶ ἀφροδίτην, καὶ αὐτῶν τῶν θεῶν κρατεῖν εἰπόντες ἀπεθέωσαν· οἶ δὲ τοὺς τῶν ἡδέων χορηγούς τε καὶ εὑρετὰς αὐτοῖς γενομένους ἄνδρας τυράννους τινὰς καὶ δυνάστας, δι’ ἃς ἔτυχον ἐξ αὐτῶν εὐπαθείας, ζῶντάς τε ἔτι καὶ μετὰ τελευτὴν ἐθεοποίησαν· οἱ δὲ μοχθηρῶν πνευμάτων καὶ δαιμόνων γενόμενοι παραπαίγνια ἔτι μειζόνως τὸ παθητικὸν αὐτῶν μέρος τῆς ψυχῆς συνηύξησαν , τὰ ἡδέα καὶ παρὰ τούτων διὰ τῆς νενομισμένης αὐτῶν θεραπείας ἐκπορίζοντες· οἶ δὲ μηδενὸς τούτων ἀνασχόμενοι τὸ ἄθεον ὡς πολὺ κρεῖττον τῆς τοιᾶσδε θεολογίας εἰσηγήσαντο· οἷ δὲ ἔτι τούτων ἁπάντων ἀναιδέστεροι τὸν φιλόσοφον καὶ τρισευδαίμονα βίον οὐδ’ ἄλλον εἶναι ἢ τὸν ἡδὺν ἀπεφήναντο , τέλος τῶν ἀγαθῶν τὴν ἡδονὴν ὁρισάμενοι.

ταύτῃ δ’ οὖν τὸ πάντων ανθρώπων γένος, ὡς ἂν δεσποίνῃ πικρᾷ καὶ χαλεπωτάτῃ, ἡδονῇ θεῷ , μᾶλλον δὲ αἰσχρῷ καὶ ἀκολάστῳ δαίμονι, καταδεδουλῖομένον παντοίαις ἐνεφύρετο ταλαιπωρίαις. αἵ τε γὰρ θήλειαι αὐτῶν, κατὰ τὸν ἱερὸν ἀπόστολον, μετήλλαξαν τὴν φυσικὴν χρῆσιν τῆς θηλείας εἰς τὴν παρὰ φύσιν · ὁμοίως δὲ καὶ οἱ ἄρρενες, ἀφέντες ἀφέντες τὴν φυσικὴν χρῆσιν τῆς θηλείας, - ἐξεκαύθησαν ἐν τῇ ὀρέξει αὐτῶν εἰς ἀλλήλους, ἄρρεωες ἐν ἄρρεσι τὴν ἀσχημοσύνην κατεργαζόμενοι,

v.1.p.346
καὶ τὴν ἀντιμισθίαν, ἣν ἔδει, τῆς πλάνης αὐτῶν ἐν ἑαυτοῖς ἀπολαμβάνοντες.

ταύτῃ καὶ Ἕλληνες καὶ βάρβαροι, σοφοί τε καὶ ἰδιῶται, χαμαί τε καὶ ἐπὶ γαστέρα πεσόντες, ὡς θεῷ τῇ ἡδονῇ προσεκύνησαν, πρηνεῖς τε σφᾶς αὐτοὺς ἑρπετῶν δίκην καταβαλόντες, ἄμαχον καὶ ἀπαραίτητον θεὸν ταύτην ἡγήσαντό τε καὶ ἔστερξαν· ἔν τε ᾠδαῖς καὶ ὕμνοις, ἔν τε θεῶν ἑορταῖς, ἔν τε ταῖς πανδήμοις θέαις, μόνης τῆς αἰσχρᾶς σχρὰς καὶ ἀκολάστου ἡδονῆς τὰ ὄργια καὶ τὰς ἀσέμνους τελετὰς μυούμενοί τε καὶ τελοῦντες, ὡς εἰ καί τι ἄλλο, καὶ τόδε καλῶς παρ᾿ ἡμῖν ἀνῃρῆσθαι. “ἀρχὴ γὰρ πορνείας ἐπίνοια εἰδώλων.”

καὶ τὰ μὲν περὶ τῆς τῶν ἄλλων ἐθνῶν θεολογίας τοσαύτην εἰλήφει, ὡς ἐν βραχεῖ φάναι, τὴν πολυτροπίαν, μιᾶς μὲν ἀρχῆς τῆς ἀκαθάρτου καὶ μιαρᾶς ἡδονῆς ἀνημμένα, ὕδρας δὲ πολυαυχένου καὶ πολυκεφάλου τρόπον εἰς πολλὰς καὶ ποικίλας διαιρέσεις τε καὶ τομὰς ἐξενηνεγμένα.

ἐπειδὴ τοίνυν τοσαύτην ἔτυχον προβε- βλημένοι τὴν πλάνην, εἰκότα δὴ αὐτοῖς ἡδονῇ θεῷ καὶ κακῷ δαίμονι χρωμένοις ἐπὶ κακοῖς κακὰ συν- ηγείρετο, γυναικομανίαις καὶ ἀρρένων φθοραῖς μητρογαμίαις τε καὶ θυγατρομιξίαις τὸν πάντα καταφυρομένοις βίον, καὶ τὴν ἄγριον καὶ θηριώδη φύσιν ὑπερβολῇ φαυλότητος νενικηκόσι. τοιοῦτος μὲν οὖν ὁ τρόπος τῶν παλαιῶν ἐθνῶν καὶ τῆς διεψευσμένης αὐτῶν θεολογίας, διὰ τῶν συνηγμένων ἡμῖν Ἑλληνικῶν λογογράφων τε καὶ φιλοσόφων ἐν τοῖς ἔμπροσθεν ἀποδέδεικται.