Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Κἀνταῦθα πάλιν ἡ μὲν τῶν Φοινίκων καὶ Αἰγυπτίων ζωογονία αὐτόματον εἰσῆγε τῶν ἐπὶ γῆς ἁπάντων ζῴων τε καὶ ἀνθρώπων τὴν γένεσιν, μίαν καὶ τὴν αὐτὴν ὁμοίως φύσιν συντυχικῶς ἀπὸ γῆς προελθεῖν διαγράφουσα, κατ᾿ οὐδέν τε τὴν ἄλογον διαφέρειν τῆς λογικῆς ψυχῆς τε καὶ οὐσίας ὑποτιθεμένη.

ταῦτα γοῦν ἐδήλουν αἱ προπαρατεθεῖσαι τῶν παρ᾿ αὐτοῖς συγγραφέων λέξεις. παῖδες δὲ πάλιν Ἑβραίων εἰκότως ἡμῖν προτετίμηνται, τὰ περὶ τῆς πρώτης ἀνθρώπων συστάσεως παγκάλως καὶ σοφῶς καὶ ἀληθῶς διειληφότες,

ὅτι δὴ τῶν ἐν ἡμῖν τὸ μέν τι φασὶ θεῖον εἶναι καὶ ἀθάνατον, ἄσαρκόν τε τὴν φύσιν καὶ ἀσώματον, τοῦτο δὲ καὶ τὸν ἀληθῆ τυγχάνειν ἄνθρωπον κατ᾿ εἰκόνα θεοῦ καὶ ὁμοίωσιν γεγενημένον, εἶναι δὲ αὐτὸν ἔργον θεοῦ, ἀλλ᾿ οὐ τύχης οὐδ᾿ αὐτομάτου φύσεως, αὐτοῦ δὲ τοῦ τῶν ὅλων αἰτίου, κρίσει θείᾳ βεβουλημένου μηδὲ τὰ κατὰ γῆν νοερᾶς καὶ λογικῆς οὐσίας ἀμοιρεῖν, ὅπως διὰ πάντων αὐτῷ οὐρανίων τε καὶ αἰθερίων τῶν τε ἐπὶ γῆς λογικῶν καὶ τῆς αὐτοῦ θειότητος ἀντιληπτικῶν ὁ προσήκων ὕμνος ἀναπέμποιτο.

οὕτω δ᾿ οὖν περιέχει τὰ Ἑβραίων λόγια “καὶ εἶπεν ὁ θεὸς, ποιήσωμεν ἄνθρωπον κατ᾿ εἰκόνα ἡμετέραν καὶ καθ᾿ ὁμοίωσιν· καὶ ἐποίησεν ὁ θεὸς τὸν ἄνθρωπον, κατ᾿ εἰκόνα θεοῦ ἐποίησεν αὐτόν.” καὶ πάλιν “καὶ ἔλαβεν ὁ θεὸς χοῦν ἀπὸ τῆς γῆς, καὶ ἔπλασε τὸν ἄνθρωπον, καὶ ἐνεφύ-

v.1.p.383
σησεν εἰς τὸ πρόσωπον αὐτοῦ πνοὴν ζωῆς, καὶ ἐγένετο ὁ ἄνθρωπος εἰς ψυχὴν ζῶσαν.” καὶ ταῦτα δὲ πάλιν ὁ Ἑβραῖος ἑρμηνεύει Φίλων, ταῖς ἐκτεθείσαις αὐτοῦ φωναῖς ἔτι καὶ τάδε ἐπιλέγων