Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ἕπεται καὶ περὶ τῆς ἐναντίας δυνάμεως τίνα ποτὲ τὰ Ἑβραίων λόγια παραδίδωσιν ἐπισκέψασθαι. τὰς μὲν οὖν θείας δυνάμεις, νεύματι τοῦ πατρὸς τῷ σύμπαντι ἐφεστώσας κόσμῳ, τά τε λειτουργικὰ πνεύματα εἰς διακονίαν ἀποστελλόμενα, διὰ τοὺς μέλλοντας κληρονομεῖν βασιλείαν, τούς τε ἱεροὺς ἀγ- γέλους τοῦ θεοῦ καὶ ἀρχαγγέλους, πᾶσάν τε τὴν διάκονον τῶν ἀγαθῶν νοερὰν οὐσίαν, φωτεινὴν οὖσαν, καὶ πάντων ὑπηρέτιν τῶν εἰς ἀνθρώπους ἐκ θεοῦ δωρουμένων ἀγαθῶν, τὸν παμβασιλέα πάντων δορυφορεῖν θεὸν, κἄπειτα τῶν κατ᾿ οὐρανὸν δίκην ἄστρων, τὸν ἥλιον τῆς δικαιοσύνης, καὶ τὸ σύζυγον αὐτῷ ἅγιον πνεῦμα περιπολεῖν, τῆς τε τούτων χορηγίας τοῦ φωτὸς ἀπολαύειν· διὸ καὶ φωστῆρσι τοῖς κατ᾿ οὐρανὸν εἰκότως παραβάλλεσθαι·

τὴν δὲ ἐκ τούτων παρατετραμμένην, καὶ τῆς τῶν κρειττόνων χορείας δι᾿ οἰ- κείαν φαυλότητα στερομένην, σκότος τε ἀντὶ φωτὸς ἀλλαξαμένην, ἔμπαλιν ἢ τὰ πρῶτα, ταῖς ἁρμοττούσαις τῇ τοῦ τρόπου μοχθηρίᾳ προσηγορίαις ὀνομάζει.

τὸν γοῦν κατάρξαντα τῆς πτώσεως, αὑτῷ τε καὶ ἑτέροις τῆς τῶν κρειττόνων ἀποστασίας γενόμενον αἴτιον, ὡς ἂν διόλου χαμαὶ τῆς τῶν θειοτέρων εὐσε-

v.1.p.380
βείας ἐκπεπτωκότα, καὶ κακίας μὲν ἰοῦ καὶ δυσσεβείας αὐτὸν αὐτῷ δημιουργὸν ὑποστάντα, σκότους δὲ καὶ ἀλογίας ποιητὴν ἐκ τῆς τοῦ φωτὸς αὐθεκουσίου ἀναχωρήσεως γεγονότα, δράκοντα καὶ ὄφιν ὄθιν, μέλανά τε καὶ ἑρπυστικὸν ἑρπυστικὸν, ἰοῦ θανατηφόρου γεννητικὸν, θῆρά τε ἄγριον, καὶ ἀνθρωποβόρον λέοντα, καὶ πάλιν τὸν ἐν ἑρπετοῖς βασιλίσκον ἀποκαλεῖν εἴωθεν.

ὑπόθεσιν δ’ αὐτῷ φασιν οἶ θεῖοι λόγοι γεγονέναι τῆς ἀποπτώσεως μανίαν φρενῶν καὶ διανοίας ἔκστασιν, ὧδέ πως ὁμοῦ τὴν πτῶσιν αὐτοῦ καὶ τὴν φρενοβλάβειαν διηγούμενοι “πῶς πῶς ἐξέπεσεν ἐκ τοῦ οὐρανοῦ ὁ ἑωσφόρος, ὁ πρωὶ ἀνατέλλων; συνετρίβη ἐπὶ τὴν γῆν ὁ ἀποστέλλων πρὸς πάντα τὰ ἔθνη. σὺ δὲ εἶπας ἐν τῇ διανοίᾳ σου, εἰς τὸν οὐρανὸν ἀναβήσομαι, ἐπάνω τῶν ἄστρων τοῦ οὐρανοῦ θήσω τὸν θρόνον μου, ἔσομαι ὅμοιος τῷ ὑψίστῳ.”

καὶ πάλιν ‘τάδε λέγει κύριος, ἀνθ’ ὧν ὑψώθη ἡ καρδία σου, καὶ εἶπας, , θεός εἰμι ἐγὼ, κατοικίαν θεοῦ κατῴκηκα.” καὶ αὖθις “σὺ ἀποσφράγισμα ὁμοιώσεως, καὶ στέφανος κάλλους, ἐν τῇ τρυφῇ τοῦ παραδείσου τοῦ θεοῦ ἐγενήθης, πάντα λίθον χρηστὸν ἐνδέδεσαι” καὶ τὰ ἑξῆς.

οἷς ἐπιλέγει ἐν ὄρει ἁγίῳ θεοῦ ἐγενήθης, ἐν μέσῳ λίθων πυρίνων ἐγεννήθης, ἄμωμος σὺ ἐν ταῖς ἡμέραις σου, ἀφ’ ἧς ἡμέρας σὺ ἐκτίσθης, ἕως εὑρέθη τὰ ἀδικήματα ἐν σοί. ὑψώθη ἡ καρδία σου ἐπὶ τῷ κάλλει σου, διεφθάρη ἡ ἐπιστήμη σου μετὰ τοὺ κάλλους σου, διὰ πλῆθος ἁμαρτιῶν σου ἐπὶ τὴν γῆν ἔρ- ριψά σε.”

Διὰ δὴ τούτων ἄντικρυς τὴν μετὰ τῶν θειοτέρων δυνάμεων προτέραν τοῦ δηλουμένου διατριβὴν καὶ τὴν ἀπὸ τῶν κρειττόνων δι’ οἰκείαν μεγαλαυχίαν καὶ θεομαχίαν ἀπόπτωσιν μεμαθήκαμεν

v.1.p.381
μυρίον δέ ἐστιν ἄλλο γένος ὑπὸ τούτῳ τοῖς παραπλησίοις ἔνοχον πλημμελήμασιν, ὃ τῆς δυσσεβείας χάριν τῆς τῶν εὐσεβῶν ἀποπεσὸν λήξεως, ἀντὶ τῆς πάλαι φωτοειδοῦς καὶ θειοτέρας περιβολῆς τῆς τε ἐν τοῖς βασιλείοις τιμῆς καὶ τῆς ἐν μακαρίοις καὶ ἀγγελικοῖς χοροῖς διατριβῆς τὸν ἐφαρμόζοντα τοῖς δυσσεβέσι χῶρον, κρίσει δικαίᾳ καὶ ἀποφάσει τοῦ μεγάλου θεοῦ, Τάρταρον οἰκεῖν, ὃν ἄβυσσον οἱ θεῖοι λόγοι προσαγορεύουσι, καὶ σκότος οὐ τὸ παρ’ ἡμῖν, τὸ δ’ ὑπὸ τῶν θείων λογίων δηλούμενον, ἀντικατηλλάξατο

ὧν βραχύ τι καὶ μικρὸν ἀπόσπασμα, γυμνασίου χάριν τῶν εὐσεβείας ἀθλητῶν, ἀμφὶ γῆν καὶ τὸν ὑπὸ σελήνην ἀέρα καταλειφθὲν, τῆς ἐν ἀνθρώποις πολυθέου πλάνης κατ’ οὐδὲν ἀθεότητος διαφερούσης συναίτιον γέγονε.

τέθειται δὲ καὶ τούτοις ἡ θεία γραφὴ προσφυεῖς τἀς προσηγορίας, γυμνότερον μὲν, ὅτε πνεύματα πονηρὰ καὶ δαίμονας, ἀρχάς τε καὶ ἐξουσίας, καὶ κοσμοκράτορας, καὶ πνευματικὰ πονηρίας ἐπονομάζει· συμβολικῶς δὲ, ὅτε τὸν θεοφιλῆ παρορμῇ μηδὲν δεδίττεσθαι τὸ τῶν πολεμίων δαιμόνων στῖφος, δι’ ὧν φησιν “ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα.·

δεῖγμα δὲ τούτων τῆς θεοεχθρίας τὸ θέλειν σφὰς αὐτοὺς θεοὺς ἀναγορεύεσθαι, καὶ τἀς ἐπὶ θεῷ τιμὰς εἰς ἑαυτοὺς ὑφαρπάζειν, μαντείαις τε πειρᾶσθαι καὶ χρησμοῖς, ὥσπερ τισὶ θελγήτροις καὶ προβολίοις, τοὺς εὐχερεῖς δελεάζειν, καὶ τῆς μὲν ἐπὶ τὸν τῶν ὅλων θεὸν ἀνανεύσεως ἀποσπᾶν ἀποσπᾶν, κατασύρειν ἐπὶ τὸν πανώλεθρον τῆς δυσσεβοῦς καὶ ἀθέου δεισιδαιμονίας βυθόν· διὸ προτροπάδην φεύγειν αὐτῶν τὰς ἀπάτας μόνοις Ἑβραίοις ἄνωθεν ἐξ αἰῶνος ἐσπουδάζετο. διαρρήδην παιδεύουσιν ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν

v.1.p.382
δαιμόνια.

νυνὶ δὲ, σὺν θεῷ φάναι, διὰ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας πάντα τὰ πανταχόθεν τῆς οἰκουμένης ἔθνη, δεσμῶν δαιμονικῶν ἀπηλλαγμένα, τὸν θεὸν ἀνυμνεῖ, ὃν δὴ καὶ μόνον ὑπάρχειν σωτῆρα καὶ βασιλέα καὶ θεὸν τῶν ὅλων μεμαθήκαμεν.