Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Μετὰ τὴν ἄναρχον καὶ ἀγέννητον τοῦ θεοῦ παμβασιλέως οὐσίαν, τὴν οὐκ ἄλλοθεν ἢ ἐκ τοῦ πατρὸς γεγεννημένην ἀρχὴν, πρωτότοκόν τε οὖσαν καὶ συνεργὸν τῆς τοῦ πατρὸς βουλῆς, πρὸς αὐτόν τε ἀπεικονισμένην διδάσκουσι.

ταύτην δὲ τῶν μετὰ ταῦτα γενητῶν ἀπάντων πρωτεύειν, παρ᾿ ὃ καὶ εἰκόνα θεοῦ αὐτὴν, καὶ θεοῦ δύναμιν, καὶ θεοῦ σοφίαν, καὶ θεοῦ λόγον, ναὶ μὴν καὶ ἀρχιστράτηγον δυνάμεως κυρίου, μεγάλης τε βουλῆς ἄγγελον ἀποκαλεῖν εἰώθασι.

τὰς δὲ μετὰ τήνδε τὴν ἀρχὴν νοερὰς καὶ λογικὰς δυνάμεις οὐ λεκτὰς εἶναι ἀνθρώπου φύσει, τοῦ τε πλήθους ἕνεκα τῆς τε κατ᾿ εἶδος διαφορὰς, πλὴν ὅσον ἐπιβάλλειν δυνατὸν τοῖς παραδείγμασιν ἐκ τῆς τῶν ὁρωμένων ἀναλογίας, ἡλίου καὶ σελήνης καὶ ἄστρων καὶ αὐτοῦ δὴ οὐρανοῦ ἔνδον ὑφ᾿ ἑαυτῷ τὰ σύμπαντα περιειληφότος.

“ἄλλη γὰρ δόξα ἡλίου καὶ ἄλλη δόξα σελήνης καὶ ἄλλη δόξα ἀστέρων” φησὶν ὁ θεῖος ἀπό- στολος· ἀστέρα γὰρ ἀστέρος διαφέρειν ἐν δόξῃ.

ταύτῃ πη τοιγαροῦν καὶ τὸν ἐν ἀσωμάτοις καὶ νοεραῖς οὐσίαις κόσμον χρὴ νοεῖν, τὰ πάντα μὲν ἀθρόως ἀπολαβούσης τῆς ἀνεκφράστου καὶ ἀπειρομεγέθους δυνάμεως τοῦ θεοῦ τῶν ὅλων, δευτερευούσης δὲ μετὰ τὸν πατέρα τῆς δημιουργικῆς ὁμοῦ καὶ φωτιστικῆς δυνάμεως τοῦ θείου λόγου. διὸ καὶ φῶς ἀληθινὸν καὶ δικαιοσύνης ἥλιον Ἑβραίοις φίλον αὐτὸν ὀνομάζειν.

τρίτης δὲ ἤδη μετὰ τὴν δευτέραν οὐσίαν ἐν χώρᾳ σελήνης καθισταμένης τοῦ ἁγίου πνεύματος, ὃ καὶ αὐτὸ ἐν τῇ πρώτῃ καὶ βασιλικῇ τῆς τῶν ὅλων ἀρχῆς ἀξίᾳ καὶ τιμῇ καταλέγουσιν, εἰς ἀρχὴν τῶν μετὰ ταῦτα γενητῶν, λέγω δὲ τῶν ὑπο-

v.1.p.376
βεβηκότων καὶ τῆς παρ᾿ αὐτοῦ χορηγίας ἐπιδεομέ- νων, καὶ αὐτοῦ πρὸς τοῦ τῶν ὅλων ποιητοῦ κατατεταγμένου.

ἀλλὰ τοῦτο μὲν, τρίτην ἐπέχον τὴν τάξιν, τοῖς ὑποβεβηκόσι τῶν ἐν αὐτῷ κρειττόνων δυνάμεων ἐπιχορηγεῖ, οὐ μὴν ἀλλὰ καὶ ἀντιλαμβάνει παρ᾿ ἑτέρου [του ἢ παρὰ θεοῦ λόγου,] τοῦ δὴ καὶ ἀνωτέρω καὶ κρείττονος, ὃν δὴ δευτερεύειν ἔφαμεν τῆς ἀνωτάτω καὶ ἀγεννήτου φύσεως θεοῦ τοῦ παμβασιλέως· παρ᾿ οὗ δὴ καὶ αὐτὸς ἐπιχορηγούμενος ὁ θεὸς λόγος, καὶ ὥσπερ ἐξ ἀενάου πηγῆς θεότητα ἀναβλυστανούσης ἀρυτόμενος, τοῖς πᾶσιν ὁμοῦ καὶ δὴ καὶ αὐτῷ τῷ ἁγίῳ πνεύματι, μᾶλλον ἁπάντων αὐτῷ προσεχεῖ καὶ ἐγγυτάτω ὄντι, ταῖς τε μετὰ τοῦτο νοεραῖς καὶ θείαις δυνάμεσιν ἀθρόως καὶ ἀνεπιφθόνως τῶν τοῦ οἰκείου φωτὸς μαρμαρυγῶν μεταδίδωσι.

τὴν δὲ τῶν ὅλων ἀγένητον ἀρχὴν, ἀγαθῶν ἁπάντων οὖσαν πηγὴν, θεότητός τε καὶ ζωῆς ὁμοῦ καὶ φωτὸς καὶ πάσης ἀρετῆς αἰτίαν, καὶ πρώτην γε οὖσαν τῶν πρώτων καὶ ἀρχῶν ἀρχὴν, μᾶλλον δὲ καὶ ἀρχῆς καὶ πρώτου καὶ πάσης ῥητῆς τε καὶ καταληπτῆς ἐπινοίας ἐπέκεινα, τὰ μὲν πάντα ὅσα περ ἐν ἀρρήτοις δυνάμεσι περιείληφε τῷ πρώτῳ γεννήματι κοινωνεῖν μόνῳ, ὡς ἂν μόνως οἵῳ τε χωρεῖν καὶ ἀποδέχεσθαι τὴν τοῖς ἄλλοις οὐκ ἐφικτὴν οὐδὲ χωρητὴν τοῦ πατρὸς τῶν ἀγαθῶν ἀφθονίαν.

τὰ δ᾿ ἐν μέρει τοῖς κατὰ μέρος ἀξίοις διὰ τῆς τοῦ δευτέρου διακονίας τε καὶ μεσιτείας κατὰ τὸ ἑκάστῳ ἐφικτὸν ἐμπαρέχειν· ὧν. τὰ τέλεια καὶ ἄκρως ἅγια τῷ τρίτῳ μὲν ἀφ᾿ ἑαυτοῦ, ἄρχοντι δὲ καὶ ἡγουμένῳ τῶν μετέπειτα, διὰ τοῦ υἱοῦ τὰ παρὰ τοῦ πατρὸς ἐπικομιζομένῳ, δεδωρῆσθαι.

ἔνθεν οἱ πάντες Ἑβραίων θεόλογοι, μετὰ τὸν ἐπὶ πάντων θεὸν καὶ μετὰ τὴν

v.1.p.377
πρωτότοκον αὐτοῦ σοφίαν 5 τὴν τρίτην καὶ ἁγίαν δύναμιν, ἅγιον πνεῦμα προσειπόντες ἀποθειάζουσιν, ὑφ’ οὗ καὶ ἐφωτίζοντο θεοφορούμενοι.

ἑξῆς δὲ οὐρανῷ καὶ ἡλίῳ καὶ σελήνῃ ἀστέρα φασὶν ἀστέρος διαφέρειν ἐν δόξῃ. θνητῇ μὲν οὑν φύσει οὐκ ἔστιν ἀριθμὸν ἄστρων δυνατὸν εὑρεῖν, πλὴν ἀλλὰ τὸν παμβασιλέα θεὸν τὰ Ἑβραίων φασὶ λόγια καὶ τῆς κατ’ οὐρανὸν στρατιὰς τὰ πλήθη καὶ τὰς προσηγορίας μὴ ἴ’ ἀγνοεῖν. διὸ παρ’ αὐτοῖς λέγεσθαι “ὁ ὁ ἀριθμῶν πλήθη ἄστρων καὶ πᾶσιν αὐτοῖς ὀνόματα καλῶν.’

οὕτω δὴ μετὰ τὰ πρῶτα τῶν ἐν ἀσωμάτοις δυνάμεσιν ἐπινοουμένων ἄστρων, φωτὸς νοεροῦ δυνάμει τε καὶ οὐσίᾳ διαπρεπόντων, πολλή τις καὶ ἡμῖν ἀπερινόητος διαφορὰ τυγχάνει, ἀναρίθμητά τε φῦλα καὶ γένη, ἀλλ’ οὐ καὶ τῷ τῶν ὅλων ποιητῇ.

διὸ καὶ τὸ καταληπτὸν αὐτῶν μόνῳ τῷ θεῷ παριστάς τις θεολόγων φησὶ “μύριαι μυριάδες ἐλειτούργουν αὐτῷ καὶ χίλιαι χιλιάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ” διὰ μὲν τοῦ ἀριθμοῦ δηλῶν τὸ τῷ θεῷ καταληπτὸν αὐτῶν, διὰ δὲ τοῦ ποσοῦ τὸ ἡμῖν ἄπειρον· παρ’ ὃ καὶ εἰώθαμεν ὀνομάζειν καθ’ ὑπερβολῆς ἔμφασιν τὰ πολλὰ καὶ ἄπειρα μυρία.

ἄλλος δέ τις προφήτης περὶ τῆς οὐσίας αὐτῶν διεξιὼν ὧδέ πως τὸν ποιητὴν τῶν ἀπάντων θεολογεῖ, φάσκων κύριε ὁ θεός μου μου, ὡς ἐμεγαλύνθης σφόδρα, ἐξομολόγησιν καὶ μεγαλοπρέπειαν ἐνεδύσω, ἀναβαλλόμενος φῶς ὡς ἱμάτιον, ἐκτείνων τὸν οὐρανὸν ὡσεὶ δέρριν· ὁ ποιῶν τοὺς ἀγγέλους αὐτοῦ πνεύματα καὶ τοὺς λειτουργοὺς αὐτοῦ πυρὸς φλόγα.”

μή τοι νομίσῃς τοῦ παρ’ ἡμῖν θνητοῦ καὶ γεώδους πυρὸς οὐσίας μετέχειν τὰ δηλούμενα, μηδέ γε τῶν ἐξ ἀλόγου φύσεως ἀέρος πνευμάτων· ἀλλ’ οἶόν περ καὶ αὐτὸν ὀνομάζουσι τὸν

v.1.p.378
θεὸν, ἀσώματον μὲν καὶ ἄϋλον καὶ αὐτόνουν, μᾶλλον δὲ ὑπὲρ νοῦν καὶ ὑπὲρ πάντα λόγον ὄντα τὴν φύσιν, τροπικώτερον δὲ καὶ πνεῦμα καὶ πῦρ καὶ φῶς, καὶ ἄλλαις τισὶ προσηγορίαις θνηταῖς ἀκοαῖς καταλλήλοις ὀνομαζόμενον, ἀγγέλους δῆτα καὶ ἀρχαγγέλους, καὶ πνεύματα καὶ θείας δυνάμεις καὶ στρατιὰς οὐρανίους, ἀρχάς τε καὶ ἐξουσίας καὶ θρόνους καὶ κυριότητας, ὡς ἂν μυρίους ἐπὶ μυρίοις ἀστέρας τε καὶ φωστῆρας, τὰς νοερὰς καὶ λογικὰς οὐσίας οἱ θεῖοι λόγοι προσειπόντες, ἄρχειν ἁπάντων καὶ ἐπιστατεῖν τὸν τῆς δικαιοσύνης φασὶν ἥλιον, καὶ τὸ τούτου σύζυγον ἅγιον πνεῦμα.

τὰ δὲ πάντα ἀθρόως αὐτῷ υἱῷ καὶ ἁγίῳ πνεύματι, νοερά τε ζῷα καὶ λογικὰ, σὺν καὶ τοῖς κατ᾿ οὐρανὸν φαινομένοις, οὐρανόν τε αὐτὸν, καὶ ὅσα ἔνδον οὗτος ἐν αὐτῷ περιλαβὼν ἔχει, μόνῳ τῷ ἐπὶ πάντων θεῷ, τῷ διὰ πάντων καὶ ἐν πᾶσι παμβασιλεῖ καὶ πανηγεμόνι καὶ αἰτίῳ τῶν ὅλων, ὡς ἂν δημιουργῷ πάντων ποιητῇ τε καὶ φροντιστῇ καὶ σωτῆρι, τὸν πρέποντα ὕμνον καὶ τὴν προσήκουσαν θεολογίαν ἡ θεία καὶ προφητικὴ γραφὴ νέμειν παρακελεύεται, φάσκουσα

“αἰνεῖτε τὸν θεὸν ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις, αἰνεῖτε αὐτὸν πάντες οἱ ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν πᾶσαι αἱ δυνάμεις αὐτοῦ, αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς, αἰνεῖτε αὐτὸν οἱ οὐρανοὶ τῶν οὐρανῶν, καὶ τὰ ὕδατα τὰ ὑπεράνω τῶν οὐρανῶν αἰνεσάτωσαν τὸ ὄνομα κυρίου, ὅτι αὐτὸς εἶπε, καὶ ἐγεννήθησαν, αὐ- τὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. ἔστησεν αὐτὰ εἰς τὸν αἰῶνα καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος, προστάγματα ἔθετο, καὶ οὐ παρελεύσεται.”

Τοιαῦτα καὶ τὰ παρὰ Ἑβραίων δόγματα, ἃ

v.1.p.379
τῆς Ἑλλήνων πολυθέου καὶ δαιμονικῆς πλάνης προτετιμήκαμεν, θείας μὲν δυνάμεις ὑπηρετικὰς τοῦ παμβασιλέως θεοῦ καὶ λειτουργικὰς εἰδότες, καὶ κατὰ τὸ προσῆκον τιμῶντες, μόνον δὲ θεὸν ὁμολογοῦντες, καὶ μόνον ἐκεῖνον σέβοντες, ὃν καὶ αὐτὸς οὐρανὸς, καὶ τὰ κατ᾿ οὐρανὸν ἅπαντα, τά τε ἐπέκεινα οὐρανοῦ σέβειν καὶ ὑμνεῖν καὶ θεολογεῖν ἐδιδάχθη· ὅτι καὶ αὐτὸς ὁ μονογενὴς τοῦ θεοῦ καὶ πρωτότοκος τῶν ὅλων ἡ πάντων ἀρχὴ τὸν αὐτοῦ πατέρα μόνον ἡγεῖσθαι θεὸν ἀληθῆ καὶ μόνον σέβειν ἡμῖν παρακελεύεται.