Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

πολλὰ δ᾿ ἂν εἴη τὰ τοιαῦτα· ὅσα δὲ οὐχ οὕτω γίνεται, τούτων τισὶ μὲν οἱ ἄνθρωποι θεοὺς διοικητὰς καὶ δημιουργοὺς ἐπεφήμισαν, τινῶν δὲ ἡμᾶς αὐτοὺς αἰτίους ὑπέλαβον, ἄλλων δὲ αὖ πάλιν τὴν φύσιν, ἄλλων τὴν τύχην.

ἧς τὸ εὐμετάβολον καὶ ἄστατον καὶ νῦν μὲν οὕτω, νῦν δὲ οὕτως ἔχον ἐνδείξασθαι βουλόμενοι, εἰδωλοποιήσαντες τὸ ποιὸν τοῦτο σύμπτωμα τῶν πραγμάτων, ἐπὶ σφαίρας βεβηκυῖαν τὴν τύχην ἔδει- ξαν.

ἢ οὐχὶ δεδόξασται παρὰ τοῖς ἀνθρώποις καὶ ταῦτα; καὶ γὰρ εἴ ποτε συνταράττουσι τὰ αἴτια, καὶ ὅσα μὲν καθ᾿ εἱμαρμένην ἢ κατὰ τύχην γίνεται, ταῦτα ἐκ θείας δυνάμεως γίνεσθαι νομίζουσιν, ὅσα δὲ παρ᾿ ἡμᾶς, ταῦτα καθ᾿ εἱμαρμένην, ἀλλ᾿ ὅτι γε πάντα τὰ αἴτια ταῦτα ἐν τοῖς οὖσιν εἶναι δοξάζουσι παντί που δῆλον.

ὥστε οὐδὲ τὰς τῶν ἀνθρώπων ὑπολήψεις, οὐδὲ τὰς θέσεις τῶν τοιούτων ὀνο- μάτων συμμαρτυρεῖν τῇ Χρυσίππου δόξῃ συμβέβηκε.”

Τούτοις ἑξῆς ἐπιλέγει

“Ἐv μὲν οὖν τῷ πρώτῳ Περὶ εἱμαρμένης βιβλίῳ τοιαύταις τισὶν ἀποδείξεσιν κέχρηται, ἐν δὲ τῷ δευτέρῳ λύειν πειρᾶται τὰ ἀκολουθεῖν δοκοῦντα ἄτοπα τῷ λόγῳ τῷ πάντα κατηναγκάσθαι λέγοντι, ἅπερ καὶ ἡμεῖς κατ᾿ ἀρχὰς ἐτίθεμεν· οἷον τὸ ἀναιρεῖσθαι δι᾿ αὐτοῦ τὴν ἐξ ἡμῶν αὐτῶν προθυμίαν περὶ ψόγους τε καὶ ἐπαίνους καὶ προτροπὰς καὶ πάνθ᾿ ὅσα παρὰ τὴν ἡμετέραν αἰτίαν γινόμενα φαίνεται.

φησὶν οὖν ἐν τῷ δευτέρῳ βιβλίῳ τὸ μὲν ἐξ ἡμῶν πολλὰ γίνεσθαι δῆλον εἶναι, οὐδὲν δὲ ἧττον συγκαθειμάρθαι καὶ ταῦτα τῇ τῶν ὅλων διοικήσει.

κέχρηταί τε παραδείγμασι ιοιούτοις τισί. τὸ γὰρ μὴ ἀπολεῖ-

v.1.p.305
σθαι, φησὶ , θοἰμάτιον οὐχ ἁπλῶς καθείμαρτο , ἀλλὰ μετὰ τοῦ φυλάττεσθαι, καὶ τὸ ἐκ τῶν πολεμίων σω- θήσεσθαι τόνδε τινὰ μετὰ τοῦ φεύγειν αὐτὸν τοὺς πολεμίους· καὶ τὸ γενέσθαι παῖδας μετὰ τοῦ βούλεσθαι κοινωνεῖν γυναικί.

ὥσπερ γὰρ , φησὶν, λέγοντός τινος Ἡγήσαρχον τὸν πύκτην ἐξελεύσε- σθαι τοῦ ἀγῶνος πάντως ἄπληκτον , ἀτόπως ἄν τις ἠξίου καθιέντα τὰς χεῖρας τὸν Ηγήσαρχον μάχεσθαι, ἐπεὶ ἄπληκτον αὐτὸν καθείμαρτο ἀπελθεῖν , τοὐ τὴν ἀπόφασιν ποιησαμένου διὰ τὴν περιττοτέραν τἀν- θρώπου πρὸς τὸ μὴ πλήττεσθαι φυλακὴν τοῦτο εἰ- πόντος, οὕτω καὶ ἐπὶ τῶν ἄλλων ἔχει.

πολλὰ γὰρ μὴ δύνασθαι γενέσθαι χωρὶς τοῦ καὶ ἡμᾶς βού- λεσθαι καὶ ἐκτενεστάτην γε περὶ αὐτὰ προθυμίαν τε καὶ σπουδὴν εἰσφέρεσθαι, ἐπειδὴ μετὰ τούτου, φησὶν, αὐτὰ γενέσθαι καθείμαρτο.

πάλιν οὖν κἀνταῦθα θαυμάσειέ τις ἂν τἀνθρώπου τὸ ἀθεώρητον καὶ ἀνεπιλόγιστον , καὶ τῶν ἐνεργειῶν καὶ τῆς τῶν ἰδίων λόγων ἀνακολουθίας. οἶμαι γὰρ ὅτι καθάπερ τὸ καλούμενον γλυκὺ τῷ καλουμένῳ πικρῷ συμβέβηκεν ἐναντιώτατον εἶναι, τῷ τε λευκῷ τὸ μέ- λαν καὶ τῷ ψυχρῷ τὸ θερμὸν , οὑτωσὶ δὲ καὶ τὸ παρ’ ἡμᾶς τῷ καθ’ εἱμαρμένην, εἴ γε καθ’ εἱμαρμένην μὲν ἐκεῖνα καλεῖν προείληφεν ὅσα καὶ ἑκόντων ἠμῶν καὶ ἀκόντων πάντως γίνεται, παρ’ ὅσα ἐκ τοῦ σπουδάζειν ἡμᾶς καὶ ἐνεργεῖν ἐπὶ τέλος ἔρχεται, ἢ παρὰ τὸ ἀμελεῖν καὶ ῥᾳθυμεῖν οὐκ ἐπιτε- λεῖται.

ἐὰν τοίνυν ἐκ τοῦ σπουδάζειν ἐμὲ θοιμάτιον φυλάττειν ἐκεῖνο σώζηται, καὶ ἐκ τοῦ βούλεσθαι τῇ γυναικὶ πλησιάζειν τὰ τέκνα γίγνηται , καὶ ἐκ τοῦ βούλεσθαι φεύγειν τοὺς πολεμίους τὸ μὴ ἀπο- θνήσκειν ὑπ’ αὐτῶν, καὶ ἐκ τοῦ διαμάχεσθαι πρὸς

v.1.p.306
τὸν ἀνταγωνιστὴν ἀνδρείως φυλάττεσθαί τε αὐτοῦ τὰς τῶν χειρῶν ἐπιβολὰς τὸ ἄπληκτον ἐκ τοῦ ἀγῶνος ἀπαλλάττεσθαι, πῶς τὸ καθ᾿ εἱμαρμένην ἐνταῦθα σωθήσεται;

εἰ μὲν γὰρ κατ᾿ ἐκείνην ταῦτα συμβαίνει, παρ᾿ ἡμᾶς οὐκ ἂν λέγοιτο συμβαίνειν, εἰ δὲ παρ᾿ ἡμὰς, οὐκ ἂν κατ᾿ ἐκείνην δηλαδὴ, διὰ τὸ μὴ δύνασθαι συνδραμεῖν ταῦτα ἀλλήλοις.

ἀλλὰ παρ᾿ ἡμᾶς μὲν ἔσται, φησὶ, περιειλημμένου μέντοι τοῦ παρ᾿ ἡμᾶς ὑπὸ τῆς εἱμαρμένης. καὶ πῶς, εἴποιμ᾿ ἂν, περιειλημμένου; εἴ γε καὶ τὸ φυλάττειν θοιμάτιον καὶ τὸ μὴ φυλάττειν ἀπὸ τῆς ἐξουσίας ἐγίνετο τῆς ἐμῆς. οὕτω γὰρ καὶ τοῦ σώζεσθαι τοῦτο δηλονότι κύριος ἂν εἴην ἐγώ.

καὶ ἐξ αὐτῆς δὲ τῆς διαστολῆς, ἣν ποιεῖται Χρύσιππος, δῆλον γίνεται τὸ ἀπολελύσθαι τῆς εἱμαρμένης τὴν παρ᾿ ἡμᾶς αἰτίαν. καθείμαρται γὰρ, φησὶ, σωθῆναι θοιμάτιον, εἰ φυλάττοις αὐτὸ, καὶ παῖδας ἔσεσθαι, εἰ καὶ σὺ βουληθείης, ἄλλως δὲ μὴ ἂν ἔσεσθαί τι τούτων. ἐπὶ δὲ τῶν ὑπὸ τῆς εἱμαρμένης προκατειλημμένων οὐκ ἄν ποτε ὑποτιμήσεσι τοιαύταις χρησαίμεθα.

οὐκ οὖν φαμὲν τεθνήξεσθαι πάντα ἄνθρωπον εἰ τόδε τι γένοιτο, μὴ τεθνήξεσθαι δὲ εἰ μὴ γένοιτο, ἀλλ᾿ ἁπλῶς τεθνήξεσθαι, κἂν ὁτιοῦν πρὸς τὸ μὴ ἀποθνήσκειν καθόλου γίγνοιτο· ἢ μὴ ἀλγηδόνος ἔσεσθαι δεκτικὸν ἄνθρωπόν τινα, κἂν ταδὶ πράττῃ, ἀλλὰ πάντ᾿ ἄνθρωπον ἀλγηδόνος εἶναι δεκτικὸν, ἐάν τε βούληται ἐάν τε μή· καὶ ὅσα ἄλλα οὑτωσὶ καὶ μὴ ἄλλως ἔχειν καθείμαρται.

ὥστε εἰ τὸ γενέσθαι τόδε τι ἀναγκαῖόν ἐστιν, εἰ βουληθείημεν ἡμεῖς, ἄλ- λως δὲ οὐχὶ, φανερὸν ὅτι τὸ ἡμὰς βουληθῆναί τε καὶ μὴ βουληθῆναι ὑπ᾿ οὐδεμιᾶς ἑτέρας αἰτίας προκατείχετο, ἀλλ᾿ ἦν αὐτεξούσιον·

εἰ δὲ τοῦτο ἀκατα-

v.1.p.307
νάγκαστον ἦν , καὶ τὸ γενέσθαι τόδε τι δῆλον ὡς ἀπ’ αἰῶνος οὐ προκατείχετο , εἰ μή τι καὶ αὐτὸ τὸ βού- λεσθαι φυλάττειν θοἰμάτιον, ἢ μὴ βούλεσθαι , παρά τινα εἱμαρμένην καὶ κατὰ αἰτίαν ἔξωθεν ἀναγκαίαν ἐγίνετο.

ἀλλ’ οὕτω τέλεον ἡ παρ’ ἡμᾶς ἐξου- σιαστικὴ δύναμις ἀναιρεῖται , καὶ οὐκέτι σώζοιτο ἂν θοἰμάτιον παρὰ τὴν αἰτίαν τὴν ἐμὴν, ἢ ἀπολλύοιτο· διὸ καὶ εἴην ἂν ἐγὼ καὶ ἀπολλυμένου τούτου κατὰ λόγον ἀνεπιτίμητος , (ἄλλη γὰρ αὐτό τις ἀπώλλυεν αἰτία) καὶ σωζομένου πάλιν οὐδαμῶς ἐπαινούμενος, ὅτι μηδὲ τοῦτο εἰργαζόμην ἐγώ. σὺ δὲ ὡς σῶσαι πάντα δυνάμενος οὕτ’ ὡς ἀνετείνου τῷ λόγῳ.

Ταῦτα μὲν ὁ προδηλωθεὶς ἀνήρ. συνήφθω δὲ τούτοις καὶ τὰ ἀπὸ τῶν Ἀλεξάνδρου τοῦ Αφροδισιέως, ἀνδρὸς εὖ μάλα διαφανοῦς ἐν τοῖς κατὰ φι- λοσοφίαν λόγοις, ὃς καὶ αὐτὸς ἐν τοῖς Περὶ εἱμαρμέωης τοιαῖσδ’ ἐχρήσατο φωναῖς εἰς ἀνασκευὴν τοῦ δόγματος