Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἀλλὰ καὶ τὸν Ἐπίκουρον, ὃν σὺ πολλὰ, ὦ Χρύσιππε, ἐβλασφήμησας, ἐγὼ τό γε ἐπὶ σοὶ ἀφίημι τῶν ἐγκλη- μάτων. τί γὰρ πάθῃ ὃς οὐχ ἑκὼν ἦν μαλακὸς οὐδὲ ἄδικος, ὥσπερ πολλάκις αὐτὸν ἐλοιδόρησας;

  • εὐτάκτων θνητῶν βιοτῇ θεοὶ ἵλαοι εἰσιν,
  • εὐσεβέων θ’ αγἶ́ας θυσίας τιμάς τε δέχονται.
  • δοκεῖτε δέ μοι οὐκ ἂν ταῦτα λέγειν, μὴ πεπεισμένοι ὅτι οὐκ ἄκοντες, ἀλλὰ βουλόμενοι χωροῦσιν ἐφ’ ἃ χωροῦσιν. ἃ δ’ ἂν βουληθῶσιν, οὔτε θεὸς οὔτε ἄνθρωπος σοφιστὴς, οὕτω προεληλεγμένων , τολμήσει λέγειν ὅτι ὑποτέτακται · ἢ λόγους μὲν οὐκέτι πρὸς αὐτὸν ποιησόμεθα, σκῦτος δέ τι τῶν εὐτόνων λαβόν- τες, ὡς ἐπ’ ἀνάγωγον παῖδα, τὰς πλευρὰς εὖ μάλα καταξανοῦμεν αὐτοῦ.’

    Τοσαῦτα πρὸς τὸν χρησμῳδὸν ὁ Οἰνόμαος ἀπετείνατο. σὺ δ’ ἀλλ’ εἰ μὴ τῷ τοιῷδε χαίρεις, λα- βῶν ἀνάγνωθι τὰ ἐκ τῶν ἄλλων φιλοσόφων περὶ εἱμαρμένης οὐ μόνον τῶν προπαρατεθέντων χρησμῶν ἀνατρεπτικὰ, ἀλλὰ καὶ τῶν ἄλλων καθόλου περὶ τοῦ δόγματος ἐπινοουμένων.

    ἐπειδὴ γὰρ μὴ μόνον ἀμαθεῖς καὶ ἰδιῶται, ἤδη δὲ καὶ ἐπὶ παιδείᾳ καὶ φι- λοσοφίᾳ μέγα φρονήσαντες πλείους κατεσύρησαν ὁμόσε τῷ δόγματι, ἡγοῦμαι δεῖν ἀναγκαίως τὰς αὐ- τῶν τῶν φιλοσόφων πρὸς σφὰς αὐτοὺς ἀντιρρήσεις ἐκθέσθαι εἰς ἀκριβῆ τοῦ προβλήματος διάσκεψιν. πρῶτα δὴ οὑν σοι παραναγνώσομαι ἀπὸ τῶν Διογενιανοῦ τὰ περὶ εἱμαρμένης, ὧδέ πως τῷ Χρυσίππῳ ἀντειρημένα

    v.1.p.300