Praeparatio Evangelica
Eusebius of Caesarea
Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.
“ Σὲ οὖν ἐν Δελφοῖς καθῆσθαι μὴ δυνάμενον, μηδ’ εἰ βούλοιο, σιωπᾶν. ὁ δ’ Ἀπόλλων ἄρα ὁ τοῦ Δῖός υἱὸς νυνὶ βούλεται , οὐχ ὅτι βούλεται, ἀλλ’ ὅτι ὑπ’ ἀνάγκης εἰς τὸ βουληθῆναι τέτακται.
δοκῶ δέ μοι τὰ λοιπὰ πάντα παρεὶς, ἐπειδὴ εἰς τοῦτον τὸν λόγον οὐκ οἶδ’ ὅπως ὑπήχθην , οἰκεῖόν τι καὶ ἀξιοζήτητον ζητήσειν πρᾶγμα. ἀπόλωλε γὰρ, τό γ
ἀλλὰ τούτων μὲν λόγος τοσοῦτος, ὅσον ἄν τις ἀξιώσειεν ἄνθρωπος ὢν ἀνθρωπίνοις· εἰ δ’ ἤδη καὶ τὸ θεῖον ἡμῶν καταστρατεύεται, παπαῖ, οἷα πεισόμεθα.
ἀλλ’ οὐκ εἰκὸς, οὐδὲ δίκαιον, ἀπὸ γοῦν τούτων τεκμαιρομένοις ἡμῖν
τί γὰρ, φησὶν ὁ Ἀργεῖος, εἰ βουλοίμην, ἔξεστί μοι, καὶ δύναμαι, εἴ μοι δόξειεν, ἧσθαι καὶ πεφυλάχθαι; ἔξεστιν, εἴποις ἂν, καὶ δύνασαι· ἢ πῶς ἄν σοι τοῦτ’ ἐγὼ προσέταττον;
ἦ γὰρ ὡς ἀληθῶς ἐπ’ ἀνθρώπῳ τί ἐστιν, ὦ Ἂπολλον, καὶ βουληθῆναι Πήλιον ἐκπρολιπεῖν κύριός εἰμι ἐγώ; καὶ μὴν ἤκουον παρὰ πολλῶν καὶ σοφῶν ὅτι εἴ μοι πέπρωται Εὐβοίας ἄκρον ἱκέσθαι καὶ ἱερὰν χώραν ’ρᾶν κτίζειν , καὶ ἕξομαι καὶ καθιῶ, εἴτε λέγοις εἴτε μὴ, καὶ εἴτε βουλοίμην εἴτε μή. εἰ δέ με δεῖ καὶ βουληθῆναι ὅ τι μοι ἀνάγκη ἐστὶ καὶ εἰ μὴ βουλοίμην βουληθῆναι , ἀλλὰ σὺ , ὦ Ἄπολλον, πιστεύεσθαι δικαιότερος.
ἔοικα δή σοι μᾶλλον προσέξειν.
οὐκ οἶδ’ οὖν εἰ σὺ λέγεις μὲν ταῦτα, οὐκ οἶσθα δὲ ἃ λέγεις. ἀλλ’ ἐπεὶ σχολὴν ἄγειν ἐοίκαμεν καὶ μακρὰ διαλέγεσθαι, ὁ δὲ λόγος οὐ πάρεργος, ἐκεῖνό μοι λέγε· ἴσως γὰρ καὶ ὀλίγα ἐκ πολλῶν ἀρκεῖ·)
ἆρά γέ τί ἐσμεν ἐγώ τε καὶ σύ ; φαίης ἄν. τοῦτο δὲ ὁπόθεν ἴσμεν; τῷ ποτ’ ἄρα τοῦτο εἰδέναι ἐκρίναμεν; ἢ οὐκ ἄλλο ἱκανὸν οὕτως ὡς ἡ συναίσθησίς τε καὶ ἀντίληψις ἡμῶν αὐτῶν;
τί δ’ ; ὅτι ζῷά ἐσμεν πῶς ποτ’ ἄρα ἐξεύρομεν ; πῶς δ’ ὅτι καὶ ζῴων, ὡς μὲν ἂν ἐγὼ εἴποιμι, ἄνθρωποι, καὶ ἀνθρώπων ὁ μὲν γόης , ὁ δὲ γόητος ἀπελεγκτής· ὡς δ’ ἂν σὺ, ὁ μὲν ἄνθρωπος, ὁ δὲ θεὸς, καὶ ὁ μὲν μάντις, ὁ δὲ συκοφάντης ; καὶ ἔστω γέ σοι οὕτως ἔχον, ἐάνπερ ἔγωγε ἁλῶ.
πῶς δ’ ὅτι διαλεγόμεθα ἐν τῷ παρόντι ἐγνώκαμεν ; τί φής ; ἆρ’ οὐκ ὀρθῶς ἐκρίναμεν τὴν ἡμῶν αὐτῶν ἀντίληψιν τῷ πάντων ἐγγυτάτῳ πράγματι αὐτῷ; δῆλον ὅτι. οὐ γὰρ ἦν ἄλλο αὐτοῦ οὔτε ἀνώτερον οὔτε πρεσβύτερον οὔτε πιστότερον.
ἐπεὶ εἰ μὴ οὕτως ἕξει, μήτε ἄρα ὥς σέ τις εἰς Δελφοὺς παραγενέσθω λοιπὸν ὄνομα Ἀλκμαίων, ἀπεκτονὼς τὴν μητέρα, καὶ οἴκοθεν ἐλαυνόμενος καὶ οἴκαδε ἐπιθυμῶν. οὐ γὰρ οἶδεν οὔτ’ εἰ ἔστι τι αὐτὸς τὸ παράπαν, οὔτε εἰ οἴκοθεν ἐλαύνεται, οὔτ’
μηδὲ Χρύσιππος ἄρα ὁ τὴν ἡμιδου- λείαν εἰσάγων, ὅ τί ποτέ ἐστιν αὐτὸ τοῦτο οὐκ εἰδὼς, ἀπαντάτω εἰς τὴν Στοὰν, μηδ’ οἰέσθω ἀπαντήσεσθαι τοὺς βλέννους ἐκείνους ὡς αὐτὸν ἀκουσομένους τὸν Οὖτιν ’ μηδὲ διατεινέσθω περὶ μηδενὸς καταστὰς πρὸς μὲν Ἀρκεσίλαον παρόντα, πρὸς δὲ Ἐπίκουρον οὐ παρόντα.