Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ ‘Αλλ’ ἤδη καὶ τὴν γνῶσιν τῆς φορὰς τὴν ἀκριβῆ καὶ τὰς ἐκ τούτων συμβάσεις ἀκατάληπτον εἶναι ἀνθρώποις , καὶ οὐ μόνον τούτοις, ἀλλὰ καί τισι τῶν δαιμονίων ’ ὅθεν καὶ ψεύδονται περὶ πολλῶν ἐρωτηθέντες. ”

Τούτοις αὖθις ἐπιλέγει

“ Καὶ τὸ περιέχον ἀναγκάζον ψευδῆ γίνεσθαι τὰ μαντεῖα, οὐ τοὺς παρόντας ἑκόντας προστιθέναι τὸ ψεῦδος. πολλάκις γοῦν προλέγουσιν ὅτι ψεύσονται· οἱ δὲ μένουσι καὶ λέγειν ἀναγκάζουσι διὰ τὴν ἀμαθίαν.

εἶπε γοῦν ὁ Ἀπόλλων ποτὲ, τοιαύτης οὒσης τῆς καταστάσεως, ὡς ἐδείξαμεν, πονηρᾶς τοῦ περιέχοντος, κλεῖε βίην κάρτος τε λόγων · ψευδηγόρα λέξω. καὶ ὅτι ταῦτα ἀληθῆ ἐστιν ἅπερ ἔφαμεν δηλώσει τὰ ὢ λόγια.

ἔφη γοῦν τις κληθεὶς τῶν θεῶν

v.1.p.275
  • σήμερον οὐκ ἐπέοικε λέγειν ἄστρων ὁδὸν ἱρήν ’
  • ἕδρανα μαντοσύνης γὰρ ἐν ἄστρασι νῦν πεπέδηται.
  • καὶ ἐπιλέγει

    “ Πέφηνεν ἄρα πόθεν πολλάκις τὸ ψεῦδος συνί- σταται.”