Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Δεηθέντος γάρ τινος καταδέξασθαι θεὸν,

v.1.p.274
εἰπὼν ὁ θεὸς ὅτι ἀνεπιτήδειός ἐστι διὰ τὸ ὑπὸ φύσεως καταδεδέσθαι, καὶ διὰ τοῦτο ἀποτροπιασμοὺς ὑπαγορεύσας , ἐπάγει
  • ῥιπῇ δαιμονίη γὰρ ἅλις ἐπιδέδρομεν ἀλκὴ
  • σαῖσι γοναῖς , ἃς χρή σε φυγεῖν τοίαισι μαγείαις.
  • δι’ ὧν καὶ σαφῶς δεδήλωται ὅτι ἡ μαγεία ἐν τῷ λύειν τὰ τῆς εἱμαρμένης παρὰ θεῶν ἐδόθη εἰς τὸ ὁπωσοῦν ταύτην παρατρέπειν. ”

    Ταῦτά σοι ὁ Πορφύριος , οὐκ ἐγώ. ὁ τοίνυν μαγείαις παραινῶν λύειν τὰ τῆς εἱμαρμένης πῶς αὐτὸς θεὸς ὢν τὰ πεπρωμένα κατὰ τοῦ ἰδίου ναοῦ κεραυνῷ πιμπραμένου μὴ ἔλυσεν ; ὁ δὲ δὴ μαγεύειν, ἀλλὰ μὴ φιλοσοφεῖν παρορμῶν, πῶς οὐκ ἂν εἴη δῆλος ὁποῖος ὢν τυγχάνει τὸν τρόπον; ἐπὶ πᾶσι τούτοις καὶ ψεύδεσθαι τοὺς θεοὺς ὁ αὐτὸς ὁμολογεῖ.