Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

σαφέστατα δὲ ἐν τῇ τρίτῃ τῶν Βασιλειῶν καὶ ὄνομα βασιλεύοντος καὶ πράξεις ἀνεγράφησαν πρὸ πλειόνων ἐτῶν τοῦ γεμέσθαι προφητευόμενα οὕτως ‘καὶ ἐποίησεν Ἱεροβοὰμ ἑορτὴν ἐν τῷ μηνὶ τῷ ὀγδόῳ , ἐν τῇ πέμπτῃ καὶ δε- κάτῃ ἡμέρᾳ τοῦ μηνὸς, κατὰ τὴν ἑορτὴν τὴν ἐν γῇ Ἰούδα. καὶ ἀνέβη ἐπὶ τὸ θυσιαστήριον τὸ ἐν Βαιθὴλ, ὃ ἐποίησεν ἐν ταῖς δαμάλεσιν αἷς ἐποίησεν.’ εἶτα μετ’ ὀλίγα ‘καὶ ἰδοὺ ἄνθρωπος τοῦ θεοῦ ἐξ Ἰούδα παρεγένετο ἐν λόγῳ κυρίου ἐν Βαιθὴλ, καὶ ‘Iεροβοὰμ εἱστήκει ἐπὶ τὸ θυσιαστήριον αὐτοῦ ἐπιθῦσαι· καὶ ἐπεκάλεσεν ἐπὶ τὸ θυσιαστήριον ἐν λόγῳ κυρίου, καὶ εἶπε, θυσιαστήριον, θυσιαστήριον, τάδε λέγει κύ- ριος, ἰδοὺ υἱὸς τίκτεται τῷ οἴκῳ Δαβὶδ, Ἰωσίας ὄνομα αὐτῷ , καὶ θύσει ἐπὶ σὲ τοὺς ἱερεῖς τῶν ὑψηλῶν τῶν ἐπιθυόντων ἐπὶ σὲ, καὶ ὀστᾶ ἀνθρώπων καύσει ἐπὶ σέ. καὶ ἔδωκεν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ τέρας, λέγων, ‘τοῦτο τὸ τέρας ὃ ἐλάλησε κύριος λέγων, ἰδοὺ τὸ θυ- σιαστήριον ῥήγνυται, καὶ ἐκχυθήσεται ἡ πιότης ἡ ἐπ’ αὐτῷ. καὶ μετ’ ὀλίγα δηλοῦται ὅτι καὶ τὸ θυσια- στήριον ἐρράγη καὶ ἐξεχύθη ἡ πιότης ἀπὸ τοῦ θυ- σιαστηρίου κατὰ τὸ τέρας ὃ ἔδωκεν ὁ ἄνθρωπος ἐν λόγῳ κυρίου.

καὶ έν τῷ Ἠσαίᾳ, γενομένῳ πρὸ πολλοῦ τῆς αἰχμαλωσίας τῆς εἰς Βαβυλῶνα, μεθ’ ἣν

v.1.p.329
αἰχμαλωσίαν ὕστερόν ποτε γίνεται Κῦρος ὁ Περσῶν βασιλεὺς συνεργήσας τῇ οἰκοδομῇ τοῦ ναοῦ, γενο- μένῃ κατὰ τοὺς χρόνους Ἔσδρα, ταῦτα περὶ ὀνομαστὶ προφητεύεται οὕτω λέγει κύριος ὁ θεὸς τῷ χριστῷ μου Κύρῳ , οὗ ἐκράτησα τῆς δεξιᾶς αὐτοῦ, ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαρρήξω, ἀνο·ίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συγκλεισθήσονται. ἐγὼ ἔμπροσθέν σου πορεύσομαι, καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκὰς συντρίψω, καὶ μοχλοὺς σιδηροῦς συνθλάσω · καὶ δώσω σοι θησαυροὺς σκοτεινοὺς, ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι, ἔνα γνῷς ὅτι ἐγὼ κύριος ὁ θεὸς, ὁ καλῶν τὸ ὄνομά σου, θεὸς Ἰσραήλ. ἕνεκεν τοῦ παιδός μου Ἰακὼβ, καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου, ἐγὼ καλέσω σε τῷ ὀνόματί μου, καὶ προσδέξομαί σε.

σαφῶς γὰρ καὶ ἐκ τούτων δεδŕλωται ὅτι διὰ τὸν λαὸν ὃν εὐηργἐτησεν , ὁ κύριος ὁ θεὸς μὴ γινώσκοντι αὐτῷ τὴν καθ’ Ἑβραίους θεοσέβειαν ἐδωρήσατο ἐθνῶν πλειόνων ἄρξαι. καὶ ἔστι ταῦτα μαθεῖν καὶ ἀπὸ Ἑλληνων ληνῶν τῶν ἀναγραψάντων τὰ περὶ τὸν προφητευ- θέντα Κῦρον.

ἔτι δὲ καὶ ἐν τῷ Δανιὴλ, Βαβυλωνίων βασιλευόντων τότε , τῶ Ναβουχοδονόσορ δείκνυνται αἱ ἐσόμεναι βασιλεῖαι μετ’ αὐτόν. δεί- κνυνται δὲ διὰ τῆς εἰκόνος, χρυσίου μὲν τῆς Βαβυ- λωνίων ἀρχῆς ὀνομαζομένης , ἀργυρίου δὲ τῆς Περ- σῶν, χαλκοῦ δὲ τῆς Μακεδόνων , σιδήρου δὲ τῆς Ρωμαίων.

καὶ πάλιν ἐν τῷ αὐτῷ προφήτῃ τὰ περὶ Δαρεῖον καὶ Ἀλέξανδρον, καὶ τοὺς τέσσαρας διαδόχους Ἀλεξάνδρου τοῦ Μακεδόνων βασιλέως, καὶ Πτολεμαῖον τὸν τῆς Αἰγύπτου ἄρξαντα, τὸν ἐπι- καλούμενον Λαγὼν , οὕτω προφητεύεται καὶ ἴδον τράγος αἰγῶν ἤρχετο ἀπὸ λιβὸς ἐπὶ πρόσωπον πάσης

v.1.p.330
τῆς γῆς. καὶ τῷ τράγῳ κέρας ἀνὰ μέσον τῶν ὀφθαλμῶν. καὶ ἦλθεν ἕως τοῦ κριοῦ τοῦ τὰ κέρατα ἔχοντος, οὗ εἶδον ἑστῶτος ἐνώπιον τοὐ Οὐβὰλ, καὶ ἔδραμε πρὸς αὐτὸν ἐνώπιον τῆς ἰσχύος αὐτοῦ. καὶ εἶδον αὐτὸν φθάνοντα ἕως τοῦ κριοῦ, καὶ ἐξηγριώθη πρὸς αὐτὸν καὶ ἔπαισε τὸν κριὸν, καὶ συνέτριψεν ἀμφότερα τὰ κέρατα αὐτοῦ, καὶ οὐκ ἦν ἰσχὺς τῷ κριῷ στῆναι ἐνώπιον αὐτοῦ, καὶ ἔρριψεν αὐτὸν ἐπὶ τὴν γῆν, καὶ συνεπάτησεν αὐτὸν, καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος τὸν κριὸν ἐκ χειρὸς αὐτοῦ. καὶ ὁ τράγος τῶν αἰγῶν ἐμεγαλύνθη ἕως σφόδρα. καὶ ἐν τῷ ἰσχῦσαι αὐτὸν συνετρίβη τὸ κέρας αὐτοῦ τὸ μέγα, καὶ ἀνέβη ἕτερα κέρατα ὑποκάτω αὐτοῦ εἰς τοὺς τέσσαρας ἀνέμους τοῦ οὐρανοῦ, καὶ ἐκ τοῦ ἑνὸς ἐξῆλθεν κέρας ἓν ἰσχυρὸν, καὶ ἐμεγαλύνθη περισσῶς πρὸς τὸν νότον καὶ τὴν δύσιν.

τί δὲ δεῖ λέγειν τὰς περὶ Χριστοῦ προφητείας, οἷον τόπον γενέσεως αὐτοῦ Βηθλεὲμ, καὶ τόπον ἀνατροφῆς αὐτοῦ Νάζαρα, καὶ τὴν εἰς Αἴγυπτον ἀναχώρησιν, καὶ τεράστια ἃ ἐποί- ησε, καὶ τίνα τρόπον ὑπὸ Ἰούδα τοῦ εἰς ἀποστολὴν κεκλημένου προεδόθη; πάντα γὰρ ταῦτα σημεῖά ἐστι τῆς τοῦ θεοῦ προγνώσεως.

ἀλλὰ καὶ αὐτὸς ὁ σωτὴρ, ὅταν, φησὶν, ἴδητε κυκλουμένην ὑπὸ στρατοπέδων τὴν Ἱερουσαλὴμ, τότε γνώσεσθε ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. προεῖπε γὰρ τὸ ὕστερον συμβεβηκὸς τὸ τέλος τῆς κατασκαφῆς Ἱερουσαλήμ.”

“Ἀποδεδειγμένου τοίνυν ἡμῖν περὶ τοῦ προγνώστην εἶναι τὸν θεὸν οὐκ ἀκαίρως, ἵνα διηγησώ- μεθα πῶς οἱ ἀστέρες γίνονται εἰς σημεῖα, νοητέον τοὺς ἀστέρας οὕτω τετάχθαι κινεῖσθαι, ἐναντιοφορούντωντῶν τῶν καλουμένων πλανωμένων τοῖς ἀπλανέσιν, ἵνα σημεῖα ἀπὸ τοῦ σχηματισμοῦ τῶν ἀστέρων πάν-

v.1.p.331
τῶν τῶν περὶ ἕκαστον γινομένων καὶ τῶν καθόλου λαμβάνοντες γινώσκωσιν, οὐχὶ οἶ ἄνθρωποι, πολλῷ γὰρ μεῖζον ἢ κατὰ ἄνθρωπον τὸ δύνασθαι κατὰ ἀλήθειαν ἐκλαμβάνειν ἀπὸ τῆς κινήσεως τῶν ἀστέρων τὰ περὶ ἑκάστου τῶν ὅ τί ποτε οὖν ἐνεργούντων ἢ πασχόντων,) ἀλλ’ αἷ δυνάμεις , ἃς ἀναγκαῖον διὰ πολλὰ ταῦτα γινώσκειν, ὡς κατὰ δύναμιν διὰ τῶν ἑξῆς δείξομεν.

συνέντες δὲ οἱ ἄνθρωποι ἔκ τινων τηρήσεων, ἢ καὶ ἐκ διδασκαλίας ἀγγέλων τὴν ἰδίαν τάξιν παραβεβηκότων, καὶ ἐπὶ τῇ τοῦ γένους ἡμῶν ἐπιτριβῇ διδαξάντων περὶ τούτων τινὰ, ᾠήθησαν τοὺς ἀφ’ ὧν τὰ σημεῖα οἴονται λαμβάνειν αἰτίους ὑπάρχειν τούτων, ἃ σημαίνειν ὁ λόγος φησι· περὶ ὧν καὶ αὐτῶν ὡς ἐν ἐπιτομῇ κατὰ δύναμιν έπιμελέστερον εὐθέως διαληψόμεθα.

προκείσεται τοίνυν ταῦτα τὰ προβλήματα. (ά) Πῶς, προγνώστου ὄντος ἐξ αἰῶνος τοῦ θεοῦ περὶ τῶν ὑφ’ ἑκάστου πράττεσθαι νομιζομένων, τὸ ἐφ’ ἡμῖν σώζεται · (β') καὶ τίνα τρόπον οἶ ἀστέρες οὐκ εἰσὶ ποιητικοὶ τῶν ἐν ἀνθρώποις , σημαντικοὶ δὲ μόνον· (γ') καὶ ὅτι ἄν- θρωποι τὴν περὶ τούτων γνῶσιν ἀκριβῶς ἔχειν οὐ δύνανται, ἀλλὰ δυνάμεσιν ἀνθρώπων κρείττοσι τὰ σημεῖα ἔκκειται. (δ') τίς γὰρ ἡ αἰτία τοῦ τὰ σημεῖα τὸν θεὸν πεποιηκέναι εἰς γνῶσιν τῶν δυνάμεων, τέταρτον ἐξετασθήσεται.

καὶ τοίνυν ἴδωμεν τὸ πρῶτον, ὅπερ εὐλαβηθέντες πολλοὶ τῶν Ἑλλήνων, οἰόμενοι κατηναγκάσθαι τὰ πράγματα καὶ τὸ ἐφ’ ἡμῖν μηδαμῶς σώζεσθαι εἰ ὁ θεὸς προγινώσκει τὰ μέλλοντα, ἀσεβὲς δόγμα ἐτόλμησαν ἀναδέξασθαι μαλλον ἢ προσέσθαι τὸ, ὥς φασιν ἐκεῖνοι, ἔνδοξον μὲν περὶ θεοῦ, ἀναιροῦν δὲ τὸ ἐφ’ ἡμῖν, καὶ διὰ τοῦτο ἔπαινον καὶ ψόγον , καὶ τὸ τῶν ἀρετῶν ἀποδεκτὸν

v.1.p.332
τῶν τε κακιῶν ψεκτόν.

καί φασιν, εἰ ἐξ αἰῶνος ἔγνω ὁ θεὸς τόνδε τινὰ ἀδικήσειν καὶ τάδε ποιῆσαι τὰ ἀδικήματα, ἀψευδὴς δὲ ἡ γνῶσις τοῦ θεοῦ, καὶ πάντως ἔσται ἄδικος ποιήσων τάδε τὰ ἀδικήματα ὁ τοιοῦτος εἶναι προεωραμένος, καὶ ἀμήχανον μὴ ἀδικήσειν αὐτόν· εἰ δὲ ἀμήχανον μὴ ἀδικήσειν αὐτὸν, κατηνάγκασται τὸ ἀδικήσειν αὐτὸν, καὶ ἀδύνατον ἔσται ἄλλο τι πρᾶξαι αὐτὸν ἢ ὅπερ ὁ θεὸς ἔγνω. εἰ δὲ ἀδύνατον ἄλλο τι πρᾶξαι αὐτὸν, οὐδεὶς δὲ ἀδύνατον μὴ ποιήσας ψεκτός ἐστι, μάτην αἰτιώμεθα τοὺς ἀδίκους

ἀπὸ δὲ τοῦ ἀδίκου καὶ τῶν ἀδικημάτων ἐπέρχονται καὶ ἐπὶ τὰ ἄλλα ἁμαρτήματα, εἶτα ἐκ τοῦ ἐναντίου καὶ τὰ νομιζόμενα κατορθώματα· καί φασιν ἀκολουθεῖν τῷ τὸν θεὸν τὰ μέλλοντα προεγνωκέναι τὸ μὴ δύνασθαι τὸ ἐφ᾿ ἡμῖν σώζεσθαι.

πρὸς οὓς λεκτέον ὅτι ἐπιβάλλων ὁ θεὸς τῇ ἀρχῇ τῆς κοσμοποιίας, οὐδενὸς ἀναιτίως γινομένου, ἐπιπορεύεται τῷ νῷ ἕκαστον τῶν ἐσομένων ὁρῶν ὅτι ἐπεὶ τόδε γέγονε τόδε ἕπεται, ἐὰν δὲ γένηται τόδε τὸ ἑπόμενον τόδε ἀκολουθεῖ· οὗ ὑποστάντος τόδε ἔσται· καὶ οὕτω μέχρι τέλους τῶν πραγμάτων ἐπιπορευθεὶς οἶδεν ἃ ἔσται, οὐ πάντως ἑκάστῳ τῶν γινωσκομένων αἴτιος τοῦ αὐτὸ συμβῆναι τυγχάνων.

ὥσπερ γὰρ εἴ τις ὁρῶν τινὰ διὰ μὲν ἀμαθίαν προπετῆ, διὰ δὲ τὴν προπέτειαν ἀλογίστως ἐπιβαίνοντα ὁδοῦ ὀλισθηρᾶς, καὶ καταλάβοι πεσεῖσθαι ὀλισθήσαντα, οὐχὶ αἴτιος τοῦ ὀλίσθου ἐκείνῳ γίνεται, οὕτω νοητέον τὸν θεὸν προεωρακότα ὁποῖος ἔσται ἕκαστος καὶ τὰς αἰτίας τοῦ τοιοῦτον αὐτὸν ἔσεσθαι καθορᾶν, καὶ ὅτι ἁμαρτήσεται τάδε, ἢ κατορθώσει τάδε.

καὶ εἰ χρὴ λέγειν οὐ τὴν πρόγνωσιν αἰτίαν τῶν γινομένων, (οὐ γὰρ ἐφάπτεται τοῦ προ-

v.1.p.333
εγνωσμένου ἁμαρτησομένου ὁ θεὸς, ὅταν ἁμαρτάνῃ,) ἀλλὰ παραδοξότερον μὲν, ἀληθὲς δὲ ἐροῦμεν, τὸ ἐσόμενον αἴτιον τοῦ τοιάνδε εἶναι τὴν περὶ αὐτοῦ πρόγνωσιν.

οὐ γὰρ ἐπεὶ ἔγνωσται γίνεται, ἀλλ᾿ ἐπεὶ γίνεσθαι ἔμελλεν ἔγνωσται. διαστολῆς δὲ δεῖ- ται. εἰ μὲν γὰρ τὸ ῾πάντως ἔσται᾿ οὕτω τις ἑρμηνεύει, ὡς ἀνάγκην εἶναι γενέσθαι τὸ προεγνωσμένον, οὐ διδόαμεν αὐτῷ· οὐ γὰρ ἐροῦμεν, ἐπεὶ προέγνωσται Ἰούδαν προδότην γενέσθαι, ὅτι πᾶσα ἀνάγκη ἦν Ἰούδαν προδότην γενέσθαι.

ἐν γοῦν ταῖς περὶ τοῦ Ἰούδα προφητείαις μέμψεις καὶ κατηγορίαι τοῦ Ἰούδα ἀναγεγραμμέναι εἰσὶ, παντί τῳ παριστῶσαι τὸ ψεκτὸν αὐτοῦ. οὐκ ἂν δὲ ψόγος αὐτῷ προσήπτετο, εἰ ἐπάναγκες προδότης ἦν, καὶ μὴ ἐνεδέχετο αὐτὸν ὅμοιον τοῖς λοιποῖς ἀποστόλοις γενέσθαι.

ὅρα δὲ εἰ μὴ ταῦτα δηλοῦται δι᾿ ὧν παραθησόμεθα ῥητῶν οὕτως ἐχόντων· μηδὲ γενηθήτω οἰκτίρμων τοῖς ὀρφανοῖς αὐτοῦ, ἀνθ᾿ ὧν οὐκ ἐμνήσθη ποιῆσαι ἔλεος· καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν, καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι· καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ, καὶ οὐκ ἠθέ- λησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ᾿ αὐτοῦ.”

“Εἰ δέ τις διηγήσεται τὸ πάντως ἔσται, κατὰ τὸ σημαίνειν αὐτὸ λέγων ὅτι ἔσται μὲν τάδε τινὰ, ἐνεδέχετο δὲ καὶ ἑτέρως γενέσθαι, τοῦτο ὡς ἀληθὲς συγχωροῦμεν. τὸν μὲν γὰρ θεὸν οὐκ ἐνδέχεται ψεύσασθαι, ἐνδέχεται δὲ περὶ τῶν ἐνδεχομένων γενέσθαι καὶ μὴ γενέσθαι φρονῆσαι τὸ γενέσθαι αὐτὰ καὶ μὴ γενέσθαι.