Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

χθὲς οἱ Ῥωμαῖοι τῆς Ἀραβίας κρατήσαντες τοὺς τῶν βαρβάρων νόμους

v.1.p.322
ἤλλαξαν· ἕπεται γὰρ τὸ αὐτεξούσιον τῷ αὐτεξουσίῳ, τὸ δὲ δυνάμενον πεῖσαι καὶ τοὺς ἀπίστους ἐκθήσομαι ὑμῖν.

Ἰουδαῖοι πάντες οἱ διὰ Μώσεως δεξάμενοι νόμον τοὺς γεννωμένους ἄρρενας παῖδας ἐν τῇ ὀγδόῃ ἡμέρᾳ αἱμάσσουσι περιτέμνοντες, οὐκ ἀστέρος παρουσίαν ἀναμένοντες, οὐ κλίματος ἐξουσίαν ἐν- τρεπόμενοι, οὐχ ὑπὸ νόμου ἀλλοτρίας χώρας ἀγόμενοι ἀλλ’ εἴτε ἐν Συρίᾳ τυγχάνουσιν, εἴτε ἐν Γαλλίᾳ, εἴτε ἐν Ἰταλίᾳ, εἴτε ἐν Ἑλλάδι, ἢ ἐν Παρθίᾳ, ἢ ἂν ὦσι , τοῦτο ποιοῦσιν.

ὅπερ οὐκ ἔστι κατὰ γένεσιν· οὐ γὰρ δύνανται πάντες οἶ Ἰουδαῖοι μίαν γένεσιν ἔχειν. ἀλλὰ καὶ δι’ ἡμερῶν ἑπτὰ πάντες ὅπου ἂν ὦσιν ἀργοῦσιν ἐκ παντὸς ἔργου, καὶ οὔτε ὁδεύουσιν οὔτε πυρὶ χρῶνται, οὔτε ἀναγκάζει ἡ γένεσις Ἰουδαῖον οὐ κτίσαι οἶκον, οὐ καταλῦσαι , οὐκ ἐργάσασθαι, οὐ πωλῆσαι, οὐκ ἀγοράσαι ταῖς ἡμέραις τοῦ σαββάτου , καίτοι ἐν τῇ αὐτῇ ἡμέρᾳ γεννώντων Ἰουδαίων καὶ γεννωμένων καὶ νοσούντων καὶ ἀποθνησκόντων.

ταῦτα γὰρ οὐκέτι ἐστὶ τοῦ αὐτεξουσίου. ἐν τῇ Συρίᾳ καὶ ἐν τῇ Ὀσροηνῇ ἀπεκόπτοντο πολλοὶ τῇ Ῥέᾳ , καὶ ἐν τούτῳ μιᾷ ῥοπῇ ὁ βασιλεὺς Ἄβγαρος ἐκέλευσε τῶν ἀποκοπτομένων τὰ αἰδοῖα ἀποκόπτεσθαι καὶ τὰς χεῖρας, καὶ ἐκ τότε οὐδεὶς ἀπεκόψατο ἐν τῇ Ὀσροηνῇ.

τί δὲ ἐροῦμεν περὶ τῆς τῶν Χριστιανῶν αἱρέσεως , ἧς ἡμεῖς οἶ δοξασταὶ πολλοὶ ὄντες καὶ ἐν διαφόροις ἀνέστημεν κλίμασιν, ἐν παντὶ ἔθνει καὶ κλίματι, οἵτινες πολλοὶ ὄντες ἐνὶ ὀνόματι κεκλήμεθα;

καὶ οὔτε οἶ ἐν Παρθίᾳ Χριστιανοὶ πολυγαμὀῦσι, Πάρθοι τυγχάνοντες , οὔθ’ οἶ ἐν Μη- δίᾳ κυσὶ προτιθέασι τοὺς νεκροὺς , οὐχ οἱ ἐν Περσίδι γαμοῦσι τὰς θυγατέρας αὐτῶν, Πέρσαι ὄντες, παρὰ Βάκτροις καὶ Γήλοις φθείρουσι τοὺς γάμους,

v.1.p.323
οὐχ οἱ ἐν Αἰγύπτῳ θρησκεύουσι τὸν Ἄπιν ἢ τὸν κύνα ἢ τὸν τράγον ἢ αἴλουρον, ἀλλ’ ὅπου εἰσὶν, οὔτε ὑπὸ τῶν κρκῶς κειμένων νόμων καὶ ἐθῶν νικῶνται οὔθ’ ἡ ὕπο τῶν ἄρχων πρυτανευομένη γένεσις αὐτοὺς ἀναγκάζει τοῖς ἀπειρημένοις κακοῖς ὑπὸ τοῦ διδασκάλου αὐτῶν χρῆσθαι, νόσῳ δὲ καὶ πενίᾳ καὶ πάθεσι καὶ ταῖς νομιζομέναις ἀτιμίαις ὑπόκεινται.

ὥσπερ γὰρ ὁ ἐλεύθερος ἡμῶν ἄνθρωπος δουλεύειν οὐκ ἀναγκάζεται, κἂν ἀναγκασθῇ ἀνθίσταται τοῖς ἀναγάξουσιν, οὕτως οὐδὲ ὁ φαινόμενος ἡμῶν δοῦλος ἄν- θρωπος τῆς ὑποταγῆς ἐκφεύγειν ῥᾳδίως δύναται.

εἰ γὰρ πάντα ἐδυνάμεθα, ἡμεῖς ἂν ἦμεν τὸ πᾶν, ὥστε εἰ μηδὲν ἐδυνάμεθα, ἄλλων ἦμεν, ὡς προεῖπον, ὄργανα, καὶ οὐχ ἑαυτῶν. θεοῦ δ’ ἐπινεύσαντος πάντα δυνατὰ καὶ ἀνεμπόδιστα · τῇ γὰρ ἐκείνου βουλήσει οὐδὲν ἀντιστῆναι δύναται. καὶ γὰρ τὰ δοκοῦντα ἀν- θίστασθαι , αὐτοῦ χρηστοῦ ὄντος , καὶ συγχωροῦντος ἑκάστῃ φύσει ἔχειν τὴν ἰδιότητα καὶ τὸ αὐτεξούσιον τοῦ θελήματος , ἀνθίσταται.’’

Τοσαῦτα καὶ ὁ Σύρος. ἑνὸς δὲ ἔτι μνησθεὶς περιγράψω τὸν λόγον. ἐπειδὴ γὰρ τὰ μὲν ἀπὸ τῶν ἔξωθεν γραμμάτων αὐταρκῶς παρατέθειται, λείπει δὲ τὰ ἀπὸ τῶν ἱερῶν γραμμάτων , ὧν δὴ καὶ μάλιστα ἡμῖν δεῖ εἰς τὴν τῆς Εὐαγγελικῆς Ἀποδείξεως Προπαρασκευὴν, εὖ ἂν ἔχοι καὶ τάδε ἐποπτεῦσαι, ὡς ἂν κατὰ μηδὲν ὁ λόγος ἐλλείποι τῶν εἰς τὸ πρόβλημα θεωρουμένων.

ὅθεν δὴ καὶ τάδε σοι σαφῆ κα- ταστήσω. οὐ μὴν οἷός τ’ ἂν εἴης γυμνῶν ἐπαίειν τῶν ἱερῶν λογίων τὰ πολλὰ συνεσκιασμένως προενηνεγμένων. διόπερ ἐγώ σοι τὸν ἑρμηνέα τούτων παρα- στήσομαι· σὺ δ’, εἰ μὴ τοῖς κρείττοσι βασκαίνεις, οἶσθά που τὸν ἄνδρα, Χριστοῦ μὲν θιάσοις εἰσέτι

v.1.p.324
δεῦρο χορεύοντα δι’ ὧν ἀπολέλοιπε πόνων, οὐ μὴν οὐδὲ τοῖς ἐκτὸς ἀγνῶτα δι’ ἣν ἐπιδέδεικται καὶ πρὸς τὰ τῶνδε μαθήματα φιλοτιμίαν. σκέψαι δ’ οὖν ὅσα τε καὶ ὁποῖα ἐν τοῖς εἰς τὴν Γένεσιν Ἐξηγητικοῖς θαυμάσιος Ὠριγένης περὶ τῆς προκειμένης ὑποθέσεως διείληφε, καὶ ὅπως ἐφώδευσε τὸν περὶ εἱμαρμένης λόγον.