Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Ἃ γὰρ λέγουσιν οἱ θεοὶ, εἴπερ τὰ μεμοιραμένα γινώσκοντες λέγουσιν, ἀπὸ τῆς τῶν ἄστρων φορᾶς δηλοῦσιν, καὶ τοῦτο σχεδὸν πάντες ἐξέφηναν οἱ ἀψευδεῖς τῶν θεῶν.”

Εἶθ᾿ ἑξῆς ὑποβάς φησιν

“Ἐρωτηθεὶς ὁ Ἀπόλλων τί τέξεται ἡ γυνὴ, ἐκ τῶν ἄστρων εἶπεν ὅτι θῆλυ, ἐκ τοῦ σπορίμου ἐπιγνοὺς χρόνου. λέγει δ᾿ οὕτως

  • ἐκφύεται γαίηθεν ὁδῶν, ὅθι λείμακες ὄμβρου
  • διψοσύνῃ κατέμαρψαν ὅλον πόμα μητέρος αυτῆς,
  • ἔνδον ὀρινομένης χρόνον ἄρκιον· οὔ τι δὲ κοῦρον,
  • ἀλλὰ κόρην· Φοίβη γὰρ ἐΰσκοπος ἤροσεν ἁγνὴν
  • Κύπριν, ἐπειγομένην θῆλυν γόνον, ὦ φίλε, σεῖο.
  • ἰδοὺ καὶ ἀπὸ τοῦ σπορίμου, ὅτι σελήνη ἐπὶ Ἀφροδίτην ἐφέρετο, εἶπεν ὅτι θῆλυ γεννηθήσεται. καὶ I. ""^ γὰρ λέγουσιν οἱ θεοὶ, εἴπερ τὰ μεμοιρα-

    v.1.p.271
    μὴν καὶ τὰς νόσους ἐκεῖθεν προλέγουσιν. ἐπάκουσον γὰρ
  • ἡ μάλα μιν κακὸς ἰὸς ἐνὶ στέρνοισι δαμάζει,
  • πνεύμονος ἀλγινόεσσαν ὑπερβλύζων κακότητα.
  • καὶ ἑξῆς , οἶς ἐπιλέγει

  • ταῦτα δὲ Μοιράων νόος ἤγαγεν, ἠδὲ κελαινὴν
  • εἰς ἔριν ἐστήριξε, κακηπελίῃσι δαμάζειν,
  • ὑψιπόλοιο Κρόνοιο κακὴν ὐπ’ ἀταρπὸν ἰόντος.
  • καὶ μεθ’ ἕτερα

  • ἀλλά σε μόρσιμον ἦμαρ ἀναπλῆσαι βιότοιο
  • ἀλγινόεις βροτολοιγὸς ἐπισπέρχων Κρόνῳ ἄντα
  • σπεύσατο , σῆς δὲ θέμειλον ἀπὸ φρενὸς ἠίστωσε ·
  • τοὔνεκα καὶ πατέρος θεοειδέος ἱερὸν ἦτορ
  • φευγέμεναι κακοεργὸν ἐπηπείλησεν Ἄρηα.
  • ταῦτα μὲν ὅτι οὐδὲ ἐκ θείας αὐτῶν δυνάμεως μαντεύονται , ἀλλ’ ἐξ ἄστρων ἐπιτηρήσεως κατὰ τοὺς μαθηματικῶν λόγους , ὡς μηδὲν ἐν τούτῳ διαφέρειν ἀνθρώπων μηδέ τι κρεῖττον καὶ φύσεως θειοτέρας ἔργον ἐπιδείκνυσθαι.

    θέα δ’ ὡς καὶ τὸ ἐφ’ ἡμῖν ἀναιροῦσιν, ἱν , οὐ μόνον τὰ ἐκτὸς καὶ τὰ οὐκ ἐφ’ ἡμῖν τῇ τῶν ἄστρων ἀνατιθέντες φορᾷ, ἀλλὰ καὶ τὰς ἡμετέρας προαιρέσεις.