Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Ὅτι δὲ σπεύδουσιν ἀναχωρεῖν οἶ κληθέντες θεοὶ δηλώσει τὰ τοιαῦτα, λεγόντων

  • λύετε λοιπὸν ἄνακτα, βροτὸς θεὸν οὐκέτι χωρεῖ.
  • καὶ πάλιν

  • τίπτ’ ἐπιδευόμενοι δηρὸν βροτὸν αἰκίζεσθε;
  • καὶ πάλιν

  • ἕρπε, καὶ ὀτραλέως ἐπιέρχεο τόνδε σαώσας.
  • καὶ πῶς ἀπολύειν αὐτοὺς χρὴ αὐτὸς διδάξει λέγων

  • παύεο δὴ πρόφρων ὀάρων, ἀνάπαυε δὲ φῶτα,
  • ῥάμνων ἐκλύων πολιὸν τύπον, ἠδ’ ἀπὸ γυίων
  • Νειλῴην ὀθόνην χερσὶν στιβαραῖς ἀπαείρας.
  • καὶ τὴν ἀπόλυσιν εἶπεν

  • ὑψίπρῳρον αἶρε ταρσὸν, ἴσχε βάξιν ἐκ μυχῶν,
  • καὶ τὰ τούτοις ἐπιλεγόμενα. οἷς ἐπιφέρει “λαὶ βραδυνόντων ἀπολῦσαι φησὶ

  • σινδόνας ἀμπέτασον, νεφέλην λῦσόν τε δοχῆα.
  • καὶ πάλιν ἄλλοτε ἀπόλυσιν ἐξέδωκε τοιαύτην

  • Ναιάδες Νύμφαι, Μοῦσαι μέγα κλείετε Φοῖβον,
  • ἀείδουσαι ὅσαι ἑκατηβόλον Ἀπόλλωνα.
  • καὶ πάλιν ἄλλοτέ φησι

  • λύσατέ μοι στεφάνους , καί μευ πόδας ὕδατι λευκῷ
  • ῥάνατε , καὶ γραμμὰς ἀπαλείψατε , καί κε μόλοιμι.
  • χειρὸς δεξιτερῆς δάφνης κλάδον ἄρατε χερσὶ,
  • ψήχετέ τ’ ὀφθαλμοὺς διδύμους ῥῖνάς τε προσώπου
  • ἄρατε φῶτα γέηθεν ἀναστήσαντες ἑταῖροι.’’
  • v.1.p.228

    Οἷς ἐπιλέγει ὁ συγγραφεὺς

    “Τὰς γραμμὰς τοίνυν παρακελεύεται ἀπαλείφειν, ἵνα ἀπέλθῃ· ταύτας γὰρ κρατεῖν, καὶ μέντοι καὶ τὸ ἄλλο σχῆμα τῆς ἐνδύσεως, διὰ τὸ φέρειν εἰκονίσματα τῶν κεκλημένων θεῶν.”

    Δεδεῖχθαι σαφῶς ἡγοῦμαι διὰ τούτων ὅτι μηδὲν τὸ καθόλου θεοπρεπὲς, μήτε μέγα μήτε ἀλη- θῶς θεῖον, ἔνεστι τοῖς εἰς τοσοῦτον ταπεινότητος καταπεπτωκόσι πνεύμασιν, ὡς τοῖς τυχοῦσιν ἀνθρώποις ὑποσύρεσθαι καθέλκεσθαί τε οὐ δι᾿ ἀρετῆς καὶ σοφίας ἀνάληψιν, ἀλλ᾿ εἰ μόνον τὰ τῆς περιέργου γοητείας μετέλθοιέν τε καὶ διαπράξοιντο.

    οὔτ᾿ οὖν ὀρθῶς ὁ ῾Ρόδιος Πυθαγόρας οὔθ᾿ ὁ τούτῳ ταύτην παρασχὼν τὴν μαρτυρίαν οὔθ᾿ ὁστισοῦν ἀνθρώπων θεοὺς προσείποι ἂν εὐλόγως, ἀλλ᾿ οὐδὲ ἀγαθοὺς δαίμονας, τοὺς ὑπὸ θνητῶν ἀνθρώπων, καὶ ταῦτα γοήτων, οὐ κατὰ γνώμην οἰκείαν, βίᾳ δὲ καὶ ἀνάγκῃ συρομένους, καὶ μηδὲ τῆς τῶν δεσμῶν ἀπολύσεως τὴν ἐξουσίαν ἐφ᾿ ἑαυτοἲς ἔχοντας.

    εἰ γὰρ δὴ ἀβίαστον καὶ ἀκατανάγκαστον καὶ πάντων κρεἲττον τὴν φύσιν ἀπαθὲς ὂν καὶ ἐλεύθερον τὸ θεῖον, πῶς ἂν εἷεν θεοὶ, μαγγανείαις ταῖς διὰ τοιῶνδε σχημάτων καὶ γραμμῶν καὶ τύπων στεφάνοις τε καὶ τοῖς ἀπὸ γῆς ἄνθεσι καί τισιν ἄλλοις ἀσήμοις καὶ βαρβάροις ἤχοις τε καὶ φωναῖς κηλούμενοι, καὶ τοῖς τυχοῦσιν ἀνθρώποις χειρούμενοι, καὶ ὡσπερεὶ δεσμοῖς καταδουλούμενοι, ὥστε μηδὲ τὴν αὐτεξούσιον καὶ προαιρετικὴν σώζειν ἐφ᾿ ἑαυτοῖς δύναμιν;

    πῶς δὲ κἂν ἀγαθοὶ δαίμονες λεχθεῖεν βίᾳ καὶ ἀνάγκῃ κατασπώμενοι; τί γὰρ τὸ αἴτιον τοῦ ἄκοντας, οὐχὶ δὲ αὐτεξουσίους σφᾶς αὐτοὺς τοῖς βοηθείας δεομένοις ἐπιδιδόναι;

    εἰ γὰρ ἐπ᾿ ἀγαθῷ ποιοῦνται τὴν πά-

    v.1.p.229
    ροδον ἀγαθοὶ ὄντες, καὶ εἴ τις ἦν ἐξ αὐτῶν ψυχῆς ὠφέλεια, χρῆν δήπου προαιρέσει τὸ ἀγαθὸν ἀσπάζεσθαι, φθάνοντας ταῖς εὐποιίαις τοὺς δεομένους, ἀλλὰ μὴ περιμένειν ἀνάγκην·

    εἰ δ᾿ οὐ καλὸν ἦν οὐδ᾿ ὠφελοῦν τὸ πραττόμενον, διὸ μηδὲ κατὰ γνώμην αὐτοῖς γίνεσθαι, καὶ πῶς ἂν ἀγαθοὶ εἶεν, τὸ μὴ καλὸν μηδὲ συμφέρον πράττοντες;

    πῶς δὲ θαυμάζεσθαι ἄξιοι καὶ θεραπείαις θεῶν τιμᾶσθαι, οἱ καὶ τοῖς τυχοῦσι γόησι τὸν τρόπον πανωλεστάτοις καταδουλούμενοι καὶ τὸ μὴ καλὸν μηδὲ συμφέρον παρὰ γνώμην πράττειν ἀναγκαζόμενοι, ἀγόμενοί τε καὶ καθελκόμενοι, οὐ δι᾿ ἀποδοχὴν σωφροσύνης ἀνθρώπων, οὐδὲ ἀρετῆς χάριν ἤ τινος μέρους φιλοσοφίας, μεθόδοις δὲ γοήτων ἀπειρημέναις, ἃς ὁ αὐτὸς αὖ- θις συγγραφεὺς ἐν τῇ πρὸς τὸν εἰρημένον Αἰγύπτιον ἐπιστολῇ, ὡς ἂν προφήτῃ τἀληθῆ καὶ ἀπόρρητα κοινούμενος, τέθειται, τοὺς λόγους, καθ᾿ οὓς ταῦτα συντελοῦσιν, ἀξιῶν παρ᾿ αὐτοῦ διδαχθῆναι; πυνθάνεται γοῦν ὧδέ πως ἀπορῶν καὶ λέγων