Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Ὀρθῶς καὶ τοῦτο ὁ Ῥόδιος Πυθαγόρας

v.1.p.225
ἀπεφήνατο , ὅτι οὐχ ἥδονται οἶ κλῃζόμενοι ἐπὶ ταῖς θυσίαις θεοὶ, ἀνάγκῃ δέ τινι ἀκολουθίας συρόμενοι παραγίνονται, καὶ οἱ μὲν μᾶλλον, οἶ δὲ ἧττον.

τιωὲς δὲ καὶ ὥσπερ ἔθος ποιησάμενοι τῆς ἑαυτῶν παρουσίας εὐμαρέστερον φοιτῶσι, καὶ μάλιστα ἐὰν καὶ φύσει ἀγαθοὶ τυγχάνωσιν· οἱ δὲ, κἂν ἔθος ἔχωσι τοῦ παραγίνεσθαι, βλάβην τινὰ προθυμοῦνται ποιεῖν, καὶ μάλιστα ἐὰν ἀμελέστερόν τις δοκῆ ἀναστρέφεσθαί ἐν τοῖς πράγμασι.

τοῦ γὰρ Πυθαγόρου ταῦτα εἰρηκότος παρετήρησα ἐκ τῶν λογίων ὡς ἀληθές ἐστι τὸ εἰρημένον. πάντες γὰρ δι’ ἀνάγκην φασὶν ἀφῖχθαι, οὐχ ἀπλῶς δὲ, ἀλλ’ οἷον, εἰ χρὴ οὕτω φάναι, πειθανάγκην.

εἴρηται δ’ ἐν τοῖς ἔμπροσθεν ἐκεῖνα τὰ τῆς Ἑκάτης, δι’ ὦν φησιν ἐπι φαίνειν

  • ἠέριον μετὰ φέγγος ἀπείριτον ἀστεροπληθὲς
  • ἄχραντον πολὺ δῶμα θεοῦ λίπον, ἠδ’ ἐπιβαίνω
  • γαίης ζῳοτρόφοιο, τεῇς ὑποθημοσύνῃσι,
  • πειθοῖ τ’ ἀρρήτων ἐπέων, οἶς δὴ φρένα τέρπειν
  • ἀθανάτων ἐδάη θνητὸς βροτός.
  • καὶ πάλιν

  • ἤλυθον εἰσαίουσα τεῆς πολυφράδμονος εὐχῆς.
  • ἣν θνητῶν φύσις εὗρε θεῶν ὑποθημοσύνῃσι.
  • καὶ ἔτι σαφέστερον

  • τίπτε δ’ ἀεὶ θείοντος ἀπ’ αἰθέρος ὧδε χατίζων
  • θειοδάμοις Ἑκάτην με θεὴν ἐκάλεσσας ἀνάγκαις;
  • καὶ ἐξῆς
  • τοὺς μὲν ἀπορρήτοις ἐρύων ἴυγξιν ἀπ’ αἴθρης
  • ῥηιδίως ἀέκοντας ἐπὶ χθόνα δίαν ἄγεσθαι,
  • τοὺς δὲ μέσους μεσάτοισιν ἐπεμβεβαῶτας ἀήταις,
  • νόσφι πυρὸς θείοιο, πανομφέας ὥσπερ ὀνείρους,
  • εἰσκρίνεις μερόπεσσιν, ἀεικέα δαίμονας ἕρδων.
  • v.1.p.226

    καὶ πάλιν

  • ἀλλ’ οἱ μὲν καθύπερθε μετήοροι Οὐρανίωνες
  • σπερχόμενοι κούφαισι μεθ’ Ἁρπυίαισι φέρονται ·
  • ῥίμφα δὲ θειοδάμοισιν ἐπημύσαντες ἀνάγκαις
  • εἰς χθόν’ ἐπειγόμενοι Δηώϊον ἀίσσουσι,
  • θνητοῖς ἐσσομένων ὑποφήτορες.
  • καὶ πάλιν ἄλλος ἀναγκαζόμενος ἔφη
  • κλῦθί μευ οὐκ ἐθέλοντος, ἐπεί μ’ ἐπέδησας ἀνάγκῃ.
  • Ἐπὶ τούτοις πάλιν ὁ συγγραφεύς φησιν

    “Ἐπεὶ καὶ ἐπανάγκους ἑαυτῶν ἐκδιδόασιν, ὧς δηλώσει ὁ ἀπὸ τοῦ Ἀπόλλωνος ἐκδοθεὶς περὶ ἑαυτοῦ ἐπάναγκος.

    λέγεται δὲ οὕτως

  • οὔνομ’ ἀναγκαίης τόδε καρτερὸν ἠδ’ ἔτι βριθύ.
  • καὶ ἐπήγαγε

  • μόλε δ’ ἐσσυμένως τοισίδε μύθοις,
  • οὓς ἀπ’ ἐμῆς κραδίης ἀνάγω
  • ἱεροῖσι τύποις
  • συνθλιβομένου πυρὸς ἁγνοῦ.
  • τολμᾷ δὲ φύσις ταῦτα προφαίνειν
  • τῆς σῆς γενέθλης, ἄμβροτε Παιάν.
  • καὶ πάλιν ὁ Ἀπόλλων

  • ῥεῦμα τὸ Φοιβείης ἀπονεύμενον ὑψόθεν αἴγλης
  • πνοιῇ ὑπὸ λιγυρῇ κεκαλυμμένον ἠέρος ἁγνοῦ,
  • θελγόμενον μολπαῖσι καὶ ἀρρήτοις ἐπέεσσι,
  • κάππεσεν ἀμφὶ κάρηνον ἀμωμήτοιο δοχῆος
  • λεπταλέων ὑμένων · μαλακὸν δ’ ἐνέπλησε χιτῶνα,
  • ἀμβολάδην διὰ γαστρὸς ἀνεσσύμενον παλίνορσον ·
  • αὐλοῦ δ’ ἐκ βροτέοιο φίλην ἐτεκνώσατο φωνήν.”
  • Τούτοις ὁ συγγραφεὺς ἐπιλέγει

    " Τούτων οὔτε σαφέστερα οὔτε θεϊκώτερα καὶ φυσικώτερα γένοιτ’ ἄν. πνεῦμα γὰρ τὸ κατιὸν καὶ ἀπόρροια ἐκ τῆς ἐπουρανίου δυνάμεως εἰς ὀργανικὸν σῶμα καὶ ἔμψυχον εἰσελθοῦσα, βάσει χρωμένη τῇ

    v.1.p.227
    ψυχῇ , διὰ τοῦ στόματος ὡς ὀργάνου φωνὴν ἀποδίδωσιν.”

    Ἀλλ’ ὅτι μὲν ἀναγκάζονται ἱκανὰ καὶ ταῦτα παραστῆσαι· ὅτι δὲ καὶ ἀξιοῦσιν ἀπολυθῆναι , ὡς οὐκ ἐπ’ αὐτοῖς τῆς ἀναχωρήσεως κειμένης , μάθοις ἀν’ ἐκ τούτων