Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Bἐλτιον οὖν οἱ τὰ περὶ Τυφῶνα καὶ Ὄσιριν καὶ Ἴσιν ἱστορούμενα μήτε θεῶν πάθη, μήτε ἀνθρώπων, ἀλλὰ δαιμόνων μεγάλων εἶναι νομίζοντες, οὓς καὶ Πλάτων’ καὶ Πυθαγόρας καὶ Ξενοκράτης καὶ Χρύσιππος, ἑπόμενοι τοῖς πάλαι θεολόγοις, ἐρρωμενεστέρους ἀνθρώπων λέγουσι γεγονέναι, καὶ πολὺ τῇ δυνάμει τὴν φύσιν ὑπερφέροντας ἡμῶν, τὸ δὲ θεῖον οὐκ ἀμιγὲς οὐδὲ ἄκρατον ἔχοντας, ἀλλὰ καὶ ψυχῆς φύσει καὶ σώματος αἰσθήσει συνειληχὸς, ἡδονὴν δεχομένῃ χομένῃ καὶ πόνον , καὶ ὅσα ταύταις γινόμενα ταῖς μεταβολαῖς πάθη τοὺς μὲν μᾶλλον, τοὺς δ’ ἧττον ἐπιταράττει. γίνονται γὰρ ὡς ἐν ἀνθρώποις καὶ δαίμοσιν ἀρετῆς διαφοραὶ καὶ κακίας. τὰ γὰρ γιγαντικὰ καὶ Τιτανικὰ παρ’ Ἔλλησιν ᾀδόμενα, καὶ πολλαί τινες ἄθεσμοι πράξεις, καὶ Πυθῶνος ἀντιτάξεις πρὸς Απόλλωνα, φυγαί τε Διονύσου καὶ πλάναι Δήμητρος, οὐδὲν ἀπολείπουσι τῶν Ὀσιριακῶν καὶ Τυφωνικῶν, ὧν παρὰ πᾶσιν ἀνέδην ἔξεστι μυθολογουμένων ἀκούειν· ὅσα τε μυστικοῖς ἱεροῖς μυθολογουμένων τελεταῖς ἄρρητα διασώζεται καὶ ἀθέατα πρὸς τοὺς θεοὺς ὅμοιον ἔχει λόγον.”

Καὶ ἐπιφέρει λέγων ἑξῆς

Ἐμπεδοκλῆς δὲ καὶ δίκας φησὶ διδόναι τοὺς δαίμονας ὧν ἂν ἐξαμάρτωσιν καὶ πλημμελήσωσιν,

  • αἰθέριον μὲν γάρ σφε μένος πόντονδε διώκει ·
  • πόντος δὲ χθονὸς οὖδας ἀπέπτυσε, γαῖα δ’ ἐς αὐγὰς
  • ἠελίου ἀκάμαντος · ὁ δ’ αἰθέρος ἔμβαλε δίναις ’
  • ἄλλος δ’ ἐξ ἄλλου δέχεται , στυγέουσι δὲ πάντες ·
  • ἄχρις οὗ κολασθέντες αὖθις τὴν κατὰ φύσιν χώραν καὶ τάξιν ἀπολάβωσι. τούτων δὴ καὶ τῶν τοιούτων [*](1 Βέλτιον] Putarchus Mor. p. 360. 361.)
    v.1.p.220
    ἀδελφὰ λέγεσθαί φασι περὶ Τυφῶνος, ὡς δεινὰ μὲν ὑπὸ φθόνου καὶ δυσμενείας εἰργάσατο, πάντα πράγματα ταράξας , ἐνέπλησε δὲ κακῶν γῆν ὁμοῦ τε πᾶσαν καὶ θάλασσαν, εἶτα δίκην ἔδωκε.’’

    Ταῦτα ὁ Πλούταρχος ἐν τῷ δηλωθέντι συγγράμματι παραθέμενος , καὶ διὰ πλειόνων ἐξεργασάμενος τὸν λόγον, τὰ παραπλήσια καὶ ἐν τῷ “ Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων τοῦτον ἱστορεῖ τὸν τρόπον

    " Ἐκεῖνος οὖν τὴν μαντικὴν ἀνῆγεν εἰς δαίμονας, νᾶς, πλεῖστον δὲ Δελφῶν λόγον εἶχε, καὶ τῶν λεγομένων περὶ τὸν Διόνυσον ἐνταῦθα καὶ δρωμένων ἱερῶν οὐδενὸς ἀνήκοος ἦν, ἀλλὰ κἀκεῖνα δαιμόνων ἔφασκεν εἶναι πάθη μεγάλα, καὶ ταῦτα δὴ τὰ περὶ τὴν Πυθίαν. τῷ δὲ ἀποκτείναντι μήτε ἐννέα ἐτῶν, μήτε εἰς τὰ Τέμπη γενέσθαι τὴν φυγὴν , ἀλλ’ ἐκπεσόντα ἐλθεῖν εἰς ἕτερον κόσμον· ὕστερον δ’ ἐκεῖθεν ἐνιαυτῶν μεγάλων ἐννέα περιόδοις ἁγνὸν γενόμενον, καὶ Φοῖβον ὡς ἀληθῶς κατελθόντα τὸ χρηστήριον παραλαβεῖν, τέως ὑπὸ Θέμιδος φυλασσόμενον. δὲ ἔχειν καὶ τὰ Τυφωνικὰ καὶ τὰ Τιτανικὰ, δαιμονῶν μάχας γεγονέναι πρὸς δαίμονας , εἶτα φυγὰς τῶν κρατηθέντων , ἢ δίκας ὑπὸ θεοῦ τῶν ἐξαμαρτόντων, οἷα Τυφών τε λέγεται περὶ Ὄσιριν ἐξαμαρτεῖν καὶ Κρόνος περὶ Οὐρανόν ’ ὧν ἀμαυρότεραι γεγόνασιν αἱ τιμαὶ παρ’ ἡμῖν, ἢ παντάπασιν ἐκλελοίπασι , μεταστάντων εἰς ἕτερον κόσμον. ἐπεὶ καὶ Σολύμους πυνθάνομαι , τοὺς Λυκίων προσοίκους, ἐν τοῖς μάλιστα τιμᾶν τὸν Κρόνον· ἐπεὶ δὲ ἀποκτείνας τοὺς ἀρχηγέτας αὐτῶν Ἄρσαλον καὶ Ἄρυτον καὶ Τόσιβιν, [*](10 Ἐκεῖνος — ] Plutarchus Mor. p, 421.)

    v.1.p.221
    ἔφυγε, καὶ μετεχώρησεν ὁποιδήποτε—τοῦτο γὰρ οὐκ ἔχουσιν εἰπεῖν — ἐκεῖνον μὲν ἀμεληθῆναι , τοὺς δὲ περὶ τὸν Ἄρσαλον σκιροὺς θεοὺς προσαγορεύεσθαι, καὶ τἀς κατάρας ἐπὶ τούτων ποιεῖσθαι δημοσίᾳ καὶ ἰδίᾳ Λυκίους. τούτοις μὲν οὑν ὅμοια πολλὰ λαβεῖν ἔστιν ἐκ τῶν μυθολογουμένων. εἰ δὲ τοῖς νενομισμένοις τῶν θεῶν ὀνόμασι δαίμονάς τινας καλοῦμεν οὐ θαυμαστέον, εἶπεν ὁ ξένος. ᾧ γὰρ ἕκαστος συντέτακται, καὶ οὑ τῆς δυνάμεως μετείληχεν, ἀπὸ τούτου φιλεῖ καλεῖσθαι · καὶ γὰρ ἡμῶν ὁ μέν τίς ἐστι Δῖος 5 ὁ δὲ Ἀθηναῖος , ὁ δὲ Ἀπολλώνιος , ἢ Διονύσιος, ἢ Ἕρμαιος. ἀλλ’ ἔνιοι μὲν ὀρθῶς κατὰ τύχην ἐκλήθησαν, οἱ δὲ πολλοὶ μηδὲν προσηκούσας , ἀλλ’ ἐνηλλαγμένας ἐκτήσαντο θεῶν παρωνυμίας.’’

    Τοσαῦθ’ ὁ Πλούταρχος ἐν οἷς ἐσπούδασε ‘‘Περὶ τῶν ἐκλελοιπότων χρηστηρίων,” πρὸς τοῖς ἄλλοις καὶ θνήσκειν παριστὰς τοὺς δαίμονας, ὃ καὶ αὐτὸ κατὰ τὸν δέοντα καιρὸν παραθήσομαι.

    τέως δὲ φέρε συλλεξώμεθα ὅσα ἄλλα περὶ τῆς τῶν ἀγαθῶν, ὥς φησι, δαιμόνων δυνάμεως τε καὶ ἐνεργείας αὖθις ὁ τὴν καθ’ ἡμῶν συσκευὴν πεποιημένος ἐν οἷς ἐπέγραψε “ Περἰ τῆς ἐκ λογίων φιλοσοφίας ἐκτίθεται μάλιστα γὰρ αὐτῷ καὶ νῦν ὥσπερ οὖν καὶ πολλάκις μάρτυρι χρήσομαι καὶ ἐλέγχῳ τῆς περὶ οὓς ὑπολαμβάνουσι θεοὺς πλάνης, ὡς ἂν ἐκ τῶν οἰκείωυ βελῶν καὶ τοξευμάτων βαλλόμενοι καταισχύνοιντο.

    οὕτως γὰρ καὶ γένοιτ’ ἂν ἡμῖν ἐξ αὐτῶν τῶν τοῖς θεοῖς c προσφιλῶν, καὶ δὴ καὶ εὐσεβῶν νενομισμένων, ἀκριβῶς τε τὸν περὶ τῶν οἰκείων λόγον διηρευνηκότων, ἀνελλιπὴς καὶ ἀπαραίτητος ἡ τῶν προκειμένων ἀπόδειξις.

    γράφει δὲ ταῦτα ὁ δεδηλωμένος ἐν οἷς ἐπέγραψε “ Περὶ τῆς ἐκ λογίων φιλοσοφίας ” ἔνθα

    v.1.p.222
    μαρτύρεται μὴ τὰ ἀπόρρητα τῶν θεῶν ἐκφαίνειν, ἐπομνύμενός τε αὐτὸς καὶ παραγγέλλων κρύπτειν καὶ μὴ εἰς πολλοὺς ἐκφέρειν τὰ λεχθησόμενα.

    τίνα δὲ ἦν τὰ τοιαῦτα; τὸν Πᾶνα Διονύσου φησὶ θεράποντα εἶναι, τοῦτον δὲ τῶν ἀγαθῶν ὄντα δαιμόνων ἐπιφ- νέντα ποτὲ τοῖς κατ᾿ ἀγρὸν γεωπουοῦσι. τί χρῆν ἀγαθὸν ὄντα παρασχεῖν ἢ πάντως ἀγαθοῦ τινὸς παρουσίαν τοῖς τῆς θεοφανείας τοῦ ἀγαθοῦ κατηξιωμένοις;

    ἆρ᾿ οὖν ὑπῆρξεν ἀγαθόν τι τοῖς θεαταῖς τοῦ ἀγαθοῦ δαίμονος, ἢ κακὸν εἰλήχασι δαίμονα, ἔργῳ τῆς πείρας ᾐσθημένοι; φησὶ γοῦν ὁ θαυμάσιος μάρτυς τοὺς τῆς ἀγαθῆς ταύτης θέας ἠξιωμένους ἄθρουν θάνατον ὑπομεῖναι λέγων ὧδε