Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

  • ἀλλά κε Μηθύμνης ναέταις πολὺ λώιον ἔσται
  • φαλληνὸν τιμῶσι Διωνύσοιο κάρηνον.
  • θύουσι γὰρ αἱ πόλεις καὶ τελετὰς ἄγουσιν οὐ μόνον φαλληνοῖς Διωνύσοιο καρήνοις, ἀλλὰ καὶ λιθίνοις καὶ χαλκέοις καὶ χρυσέοις, καὶ οὐ μόνον φαλληνοῖς, ἀλλὰ καὶ αὐτοῖς τοῖς Διονυσίοις καὶ ἄλλοις παμπόλλοις Ἡσιοδείοις θεοῖς.

    τρὶς γὰρ ὡς ἀληθῶς μύριοί εἰσιν ἐπὶ χθονὶ πουλυβοτείρῃ , οὐκ ἀθάνατοι , ἀλλὰ λίθινοι καὶ ξύλινοι δεσπόται ἀνθρώπων· οἳ εἰ ἀνθρώπων ὕβριν τε καὶ εὐνομίην ἐφεώρων, οὐκ ἂν τοσοῦτος ἤρθη λῆρος, ὥστε καὶ ἤδη καὶ μέχρις ὑμῶν κεχωρηκέναι τὸ κακὸν, ἐπιδιαβὰν καὶ εἰς τὸν Ὂλυμπον, ὅθι, φασὶ, θεῶν ἶδος ἀσφαλὲς αἰεί.

    καίτοι εἰ ἀσφαλὲς ἦν, οὐκ ἂν ἦν ἐπιβατὸν λήρῳ, οὐδ’ ἂν εἷς τις τῶν Ὀλυμπίων εἰς τοῦτο ἦλθε παρανοίας ὥστ’ ’ ἐλάινον κορμὸν θεῶσαι ’ ὃν οἶ Μηθυμναῖοι σαγήνης ἐμπλακέντα τοῖς λίνοις ἀνείλκυσαν, καὶ δὶς, εἰ βούλει, καὶ τρὶς καὶ πλεονάκις ἐν τῷ αὐτῷ σαγηνεύοντες ἄνθρωποι , καὶ ἐξ ἐκείνου εἰς τὸ Λιβυκὸν ἐξοκείλαντες, οὐδ’ εἰς τὴν γῆν ἔξω ἐκβαλόντες αὐτόν· ἐπεὶ οὐκ ἂν, μὰ τον Διόνυσον, ἔτι αὐτοῖς ἐνεπλάκη τοῖς λίνοις.

    ἀλλ’ ἐξ ἄκρου κεφαλοειδὴς ὁ κορμὸς (Ἄπολλον, ξένου κατασκευάσματος·) τί ποτ’ οὖν ἔπραττεν

    v.1.p.269
    ἐν τῷ πελάγει; ἀπορήσαι ἄν τις. τί γὰρ ἄλλο ἢ ἐκάθητο, νὴ Δία, ἀναμένων ἕως ἄνθρωποι μαινόμενοι, οὐ γὰρ φήσω ὅτι καὶ θεοὶ, ἐγκυρήσαντες αὐτῷ, οὐ διοπετὲς, ἀλλὰ ποσειδωνοπετὲς ἡγήσωνται, κἄπεικτα εἰς ἄστυ ἀπαγάγωσιν, ὥσπερ τινὰ ἀγαθὴν τύ- χην, κακὴν οὖσαν ὡς ἀληθῶς, οὐ τύχην, ἀλλὰ τυφεδόνα; ἢ οὐκ ἤρκει ἄρα αὐτοῖς οἴκοθεν διολλύουσα, ἀλλ᾿ αὐτὴν ἐπέρρωσέ τε καὶ προσεπέτεινε θεοπληξίας, ὡς ἄν τις εἴποι, ἐκ Δελφῶν μετάπεμπτος ἐπιθήκη.’

    Τοσαῦτα καὶ ὁ Οἰνόμαος. ἀλλὰ γὰρ μετὰ τὰ εἰρημένα μεταβὰς αὖθις ἐπὶ τὴν Ἐκ λογίων φιλοσοφίαν τοῦ τὴν συσκευὴν καθ᾿ ἡμῶν πεποιημένου, ἀνάγνωθι ἐκ τῶν περὶ εἱμαρμένης τοῦ Πυθίου χρησμῶν, εἰ μὴ καὶ σοὶ θείας ἀλλότριος ὢν δυνάμεως ἔτι μᾶλλον ὁ περὶ τῶν θρυλουμένων χρηστηρίων ὑποπεσεῖται λόγος.