Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ἐπεὶ δὲ οὐ μόνους ποιητὰς, ἤδη δὲ καὶ πύκτας καὶ ἀθλητὰς ὁ θαυμάσιος θεὸς διὰ τῶν οἰκείων χρησμῶν ἐξεθέωσεν , εἰκότως μοι δοκεῖ καὶ ταῦτα ἀπελέγχειν ὁ δεδηλωμένος τούτοις τοῖς ῥή- μασιν

  • ὢ εἰδὼς ψάμμου τ’ ἀριθμὸν καὶ μέτρα θαλάσσης,
  • καὶ κωφοῦ ξυνιεὶς καὶ μὴ λαλέοντος ἀκούων.
  • εἴθε ὤφελες τὰ μὲν τοιαῦτα πάντα ἀγνοεῖν, ἐκεῖνο δὲ εἰδέναι, ὅτι ἡ πυκτικὴ τῆς λακτιστικῆς οὐδὲν διαφέρει, ἔν ἢ καὶ τοὺς ὄνους ἀπηθανάτους , ἢ μηδὲ Κλεομήδην πύκτην Ἀστυπαλαιέα, λέγων οὕτως
  • ὕστατος ἡρώων Κλεομήδης Ἁστυπαλαιεὺς,
  • ὃν θυσίαις τιμᾶθ’ ὡς οὐκέτι θνητὸν ἐόντα.
  • διὰ τί γὰρ, ὦ πάτριε τῶν Ἑλλήνων ἐξηγητὰ, ὥς σε καλεῖ Πλάτων’, ἐθέωσας τὸν ἄνδρα τοῦτον; ἢ ὅτι Ὀλυμπίασι πληγῇ μιᾷ πατάξας τὸν ἀνταγωνιστὴν ἀνέῳξε τὴν πλευρὰν αὐτοῦ καὶ ἐμβαλὼν τὴν χεῖρα ἐλάβετο τοῦ πνεύμονος;

    Ἄπολλον , ἀξιοθέου ἔργου· ἢ οὐ μόνον, ἀλλὰ καὶ ὅτι προστιμηθεὶς τεσσάρων ταλάντων ζημίαν ἐπὶ τούτῳ οὐχ ὑπέστη, ἀλλ’ ὑπ’ ἀχθηδόνος καὶ βαρυθυμίας ἐνήρεισε τὸν θυμὸν τοῖς ἐν τῷ διδασκαλείῳ παισὶ, τὸν κίονα ὑφελκύσας, ὃς ἀνεῖχε τὴν στέγην; ἆρ’, ὦ θεοποιὲ, διὰ ταῦθ’ ὑμῖν ὁ Κλεομήδης τιμητέος ἐστίν ;

    ἢ κἀκεῖνο προσθήσεις, τὸ ἕτερον δεῖγμα τῆς ἐκείνου ἀνδρείας ἅμα καὶ θεοφιλίας , ὅτι δὴ ἐμβὰς εἰς ἱερὸν κιβώτιον καὶ τὸ πῶμα ἐπαγόμενος ἄληπτος ἐγένετο τοῖς διώκουσι, πειρωμένοις αὐτὸν ἐξελκύσαι,. ὦ Κλεόμηδες , ἆρα

    v.1.p.265
    ἥρως οὐκέτι θνητὸς, οἷα τὰ μηχανήματα ὑπὲρ ἀθανασίας ἐξεῦρες.

    ᾔσθοντο γοῦν εὐθέως οἱ θεοὶ τῆς ἀγαθουργίας καὶ ἀνηρείψαντό σε, ὥσπερ οἱτοῦ Ὁμήρου τὸν Γανυμήδην· ἀλλὰ τὸν μὲν ἐπὶ τῷ κάλλει, σὲ δὲ ἐπὶ τῇ ἰσχύϊ καὶ τῆς ἰσχύος τῇ χρήσει τῇ ἀγαθῇ.

    εἴθε οὖν, ὦ μάντι, ὡς ἔφην, ἐάσας τὴν ψάμμον καὶ τὴν ἅλμην ἀντ᾿ αὐτῶν ἐξέμαθες ὁπόσου ἄξιόν ἐστιν ἡ πυκτικὴ, ἵνα καὶ τοὺς πύκτας ὄνους θεοὺς ἐνόμιζες καὶ τοὺς ὀνάγρους τῶν θεῶν τοὺς ἀρίστους· καὶ ἦν ἄν τι οἰκεῖον λόγιον ἐπ᾿ ἀποθανόντι ὀνάγρῳ μᾶλλον ἢ ἐπὶ τῷ σῷ πύκτῃ

  • ἔξοχος ἀθανάτων ὄνος ἄγριος, οὐ Κλεομήδης,
  • ὃν θυσίαις τιμᾶθ᾿ ὡς ουκέτι θνητὸν ἐόντα.
  • μὴ γὰρ δὴ θαυμάσῃς εἰ καὶ ὄναγρος ἐπιδικάσεται ἀθανασίας, ἱκανῶς τὰ θεῖα παρεσκευασμένος· καὶ ἀκούσας μὴ ἀνασχέσθαι, ἀλλ᾿ ἀπειλῆσαι καὶ αὐτὸν τὸν Κλεομήδην πατάξας εἰς τὸ βάραθρον ἐμβαλεῖν, καὶ οὐκ ἐπιτρέψειν αὐτῷ εἰς τὸν οὐρανὸν ἀναβῆναι·

    εἶναι γὰρ αὐτοῦ ἀξιώτερος αὐτῶν τῶν θείων δώρων, ἅτε μήτε αὐτῷ μόνῳ ἕτοιμος ὢν μάχεσθαι, κἂν εἰ σιδηροῖς χρῷτο τοῖς ἱμᾶσιν, ἀλλὰ καὶ τῷ Θασίῳ πύκτῃ ἅμα ἀμφοτέροις, ὑπὲρ οὗ τοῦ ἀνδριάντος ἐχαλέπηναν οἱ θεοὶ καὶ τὴν Θασίων γῆν ἄφορον εἰργάσαντο.

    πιστεύομεν δὲ καὶ περὶ τούτου οὐκ ἀνθρώπῳ, ἀλλὰ θεῷ τῷ αὐτῷ. ἐξ ὧν ἐγὼ καὶ πάνυ κατενόησα ὅτι θεῖόν τι ἄρα ἦν ἐπιτήδευμα ἡ πυκτικὴ, τοὺς δὲ πολλοὺς καὶ οἰομένους εἶναι σοφοὺς ἐλελήθει, ἵν᾿ ἀφέμενοι τοῦ καλοὶ κἀγαθοὶ εἶναι ἤσκουν τὰ τοῦ Θασίου πύκτου· ᾧ ἀθανασίαν μὲν, ὥσπερ Κλεομήδει, οὐκ ἔδωκαν, ἐφίλησαν δὲ μεγάλως οἱ θεοί.

    οὕτω καὶ ὁ χάλκεος αὐτοῦ ἀνδριὰς ἔδειξέ τι ὑπὲρ τὰς τῶν ἄλλων ἀνθρώπων εἰκόνας, ἐπικα-

    v.1.p.266
    τενεχθεὶς τῷ μαστιγοῦντι ἐχθρῷ, κατά τινα, ὡς ἔοικε, δαιμονίαν μέριμναν.

    ἀλλ᾿ οἱ ἄφρονες Θάσιοι καὶ θείων ἄπειροι πραγμάτων ἠγανάκτησάν τε καὶ ἄγος ἐπεκάλεσαν τῷ ἀνδριάντι, καὶ δίκην εἰσεπράξαντο, καὶ καταδῦσαι ἐτόλμησαν εἰς τὴν θάλασσαν.

    οὐ μὴν διέφυγόν γε οἱ Θάσιοι, ἀλλ᾿ οἱ θεοὶ ἔδειξαν ἡλίκον κακὸν ὑπ᾿ αὐτῶν ἐτολμήθη, λιμὸν ἐπιπέμψαντες τὸν τῆς θείας δίκης διάκονον, ὃς ἐδίδαξε μόλις αὐτοὺς τὰ τῶν θεῶν βουλεύματα, ὅ τε φιλανθρωπότατος θεῶν σὺ τῷ οἰκείῳ τρόπῳ τὴν βοήθειαν αὐτοῖς ἔπεμψας λέγων

    εἰς πάτρην φυγάδας κατάγων Δήμητρ᾿ ἀπαμήσεις.

    ἀλλ᾿ οἱ ἀβέλτεροι πάλιν τοὺς φεύγοντας ἀνθρώπους ᾤοντο ὅτι δεῖ αὐτοὺς κατακαλεῖν· κακῶς εἰδότες. τί γὰρ δὴ καὶ μέλει τοῖς ἀφιλανθρωποτάτοις θεοῖς ἀνθρώπων κατακαλουμένων ὅσονπερ ἀνδριάντων; ἀμέλει οὐδὲν ἐπὶ τούτῳ ὠφελήθη ἡ γῆ ὥστε παύσασθαι νοσοῦσα, εἰ μὴ τῶν σοφῶν καὶ ἐπισταμένων τις τὸν θεῖον νοῦν συνῆκε φυγάδα εἶναι τὸν καταπεποντωμένον ἀνδριάντα. καὶ ἦν οὕτως. ἅμα γὰρ ἀνεστάθη καὶ εὐθὺς ἡ μὲν γῆ ἀνέθαλλεν, οἱ δὲ ἐκόμων Δήμητρι λοιπόν.

    πῶς οὖν οὐ τεκμήρια ταῦτά εἰσιν ἐναργῆ τῆς θεοπρεποῦς ἀθλητικῆς, ὅτι ἐστὶ θεοτίμητος; καὶ γὰρ καὶ ἐπὶ πεντάθλου ἀνδριάντι ὑβρισμένῳ ἐμήνισαν οἱ θεοὶ, καὶ Λοκροὶ ἐπείνησαν διὰ τοῦτο, ὥσπερ Θάσιοι, ἕως αὐτοὺς ἰάσατο λόγιον σὸν ἔχον οὕτως

  • ἐν τιμῇ τὸν ἄτιμον ἔχων τότε γῆν ἀναρώσεις.
  • οὐδὲ γὰρ Λοκροὶ ᾔσθοντο θείας διανοίας πρότε- ρον ἢ σὲ αὐτοῖς τούτου πρόξενον γενέσθαι. ἀλλ᾿ Εὐθυκλέα τὸν πένταθλον ἐνέβαλον εἰς εἱρκτὴν, αἰτια-

    v.1.p.267
    σάμενοι αὐτὸν ἐπὶ τῇ πατρίδι εἰληφέναι δῶρα· καὶ οὐ μόνον τοῦτο, ἀλλὰ καὶ ἀποθανόντος καὶ οὗτοι εἰς τὰς εἰκόνας ἐξύβριζον, ἕως οἶ θεοὶ οὐκ ἀνασχόμενοι τῶν γινομένων ἐπαφῆκαν αὐτοῖς τὸν κράτιστον λιμόν· κἂν ὑπὸ τοῦ λιμοῦ διώλοντο ἂν, εἰ μὴ ἡ παρὰ σοῦ ἦλθε βοήθεια , λέγουσα ὅτι δεῖ αὐτοὺς τιμᾶν ἄνδρας πεφατνευμένους , οὓς οἱ θεοὶ φιλοῦσιν οὐχ ἡττον ἢ οὓς οἶ ἀλφιτοποιοὶ πιαίνουσι βοῦς, δι’ ὧν ὑμᾶς οἱ ἄνθρωποι ἐνίοτε θύοντες πείθουσιν ’ οὐχ ἡττον ἴσως , ἀλλὰ καὶ πολὺ μᾶλλον παχέων βοῶν οἱ παχεῖς ἄνθρωποι εὐφραίνουσιν ὑμᾶς οὕτως ὥστε ἐνίοτε ὅλῃ πόλει καὶ ὅλῳ ἔθνει ὀργίζεσθαι , ἑνὸς ἢ δυοῖν ἀδικούντων ταῦτα τὰ θρέμματα.

    ὡς δὴ ὤφελες, ὦ μάντι, ἀλείπτης ἡμῖν ἀντὶ μάντεως γενέσθαι, σθα, ἢ καὶ μάντις ἅμα καὶ ἀλείπτης, ἵν ᾖ ὥσπερ χρηστήριον Δελφικὸν, οὕτω καὶ γυμναστήριον. καὶ γὰρ οὐδ’ ἀλλότριον ἦν ἀγῶνος Πυθικοῦ Πυθικὸν εἶναι καὶ τὸ γυμναστήριον.’

    Τούτοις ἐπισυνάψω καὶ ἅ φησιν ἀπελέγχων ὡς καὶ τοὺς τυράννους κολακεύειν εἰώθασιν οἶ περὶ ὧν ὁ λόγος.