Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Διὰ τί δὲ, (6 σοφώτατε, Χαρίλαος καὶ Ἀρχέλαος οἶ Λακεδαιμονίων βασιλεῖς,

  • εἴ κεν ἐπικτήτου μοίρης λάχος Ἀπόλλωνι
  • ἥμισυ δάσσωνται, πολὺ λώιον ἔσσεται αὐτοῖς,
  • ποίῳ δὲ καὶ ἄλλῳ λέγεις Ἀπόλλωνι ; οὐ γὰρ δὴ αὐτῷ σοι, ὦ ἀναίσχυντε μάντι , ὡς μή τίς σοι αὐτῷ ἐπιπλήξειεν, ἅτε κακῶς οὕτω συνδιαιρουμένῳ τοῖς λῃ- σταῖς.”

    Ταῦτα μὲν οὑν ὧδε ἐχέτω. φέρε δὲ τούτοις προσθῶμεν καὶ δι’ ὧν αὖθις ὁ Ἀπόλλων θαυμάζει τὸν Ἀρχίλοχον , ἄνδρα παντοίαις κατὰ γυναικῶν αἰ- σχρορρημοσύναις καὶ ἀρρητολογίαις, ἃς οὐδ’ ἀκοῦσαί τις σώφρων ἀνὴρ ὑπομείνειεν ἂν, ἐν τοῖς οἰκείοις ποιήμασι κεχρημένον ’ καὶ τὸν Εὐριπίδην τῆς μὲν Σωκράτους διατριβῆς καὶ φιλοσοφίας ἐκπεσόντα, εἰσέτι δὲ καὶ νῦν ἐπὶ τῆς θυμέλης τραγῳδούμενον· καὶ Ὃμηρον ἐπὶ τούτοις, ὃν ὁ γενναῖος Πλάτων’ ἐξωθεῖ τῆς ἑαυτοῦ πολιτείας ὡς κατ’ οὐδὲν ὠφέλιμον, ἀλλὰ καὶ τὰ ἔσχατα τοὺς νέους λυμαινομένων λόγων

    v.1.p.261
    ποιητὴν γεγενημένον. ἐφ’ οἷς πάλιν ὁ προδηλωθεὶς τὸν χρησμῳδὸν θεὸν ὧδέ πως σκώπτει