Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Διόπερ σοι καὶ νάρθηκα παραινῶ ἐπ’ αὐτοὺς λαμβάνειν , εἴ μὴ πείθοις μανθάνειν ἀντὶ τῶν καταπτύστων ἐρωτημάτων ἄξιόν τι τοῦ θείου φοιτητηρίου · ἢ Ἀντιόχῳ τῷ Παρίω ἀποβαλόντι τὴν οὐσίαν ἐν πολιτικῇ φλυαρίᾳ καὶ ὑπὸ λύπης ἥκοντι πρὸς σὲ λέγειν

Ἀντίοχ’ , εἰς Θάσον ἐλθὲ, καὶ οἴκει εὐκλέα νῆσον· ὃς ἐκείνως ἂν μᾶλλον ὤνατο ἀκούσας,

Ἀντίοχ’, εἰς νοῦν ἐλθὲ, καὶ ἐν πενίᾳ μὴ ὀδύρου.

v.1.p.260

ἢ τοῖς ἥκουσι Κρητῶν

  • Φαιστοῦ καὶ Τάρρας ναέται, Δίου τε πολύρρου,
  • Πυθωον κέλομαι τελέειν Φοίβοιο καθαρμὸν
  • εὐαγέοντας, ὅπως Κρήτην καταναιετάητε,
  • ὄλβον μὴ πατρίοισι νόμοις , καὶ Ζῆνα σέβοντες.
  • οἶς ἀκοῦσαι ἐκεῖνο κρεῖττον ἦν

  • λήρου καὶ μανίας ναέται, πολλοῦ θ’ ἅμα τύφου
  • οἰκεῖον τελέειν κέλομαι λήροιο καθαρμὸν
  • εὐαγέοντας, ὅπως σοφίαν καταναιετάητε,
  • ὄλβον μὴ πατρίοισι νόμοις, θείοις δὲ σέβοντες.
  • ὡς μὴ μᾶλλον τῆς Κρήτης σὺ καθαρμοῦ προσδέῃ, Ὀρφικούς τινας ἢ Ἐπιμενιδείους καθαρμοὺς φαντα- ζόμενος.