Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Ἀλλὰ σὺ τὸν Τυρταῖον προκαθηγεμόνα καὶ σκοπὸν ἐλθόντα ποτὲ ὡς σὲ ἥκειν ἔφης ἔκ κοίλης Λακεδαίμονος Ζηνὶ φίλον καὶ πᾶσιν Ὀλύμπια δώματ’ ἔχουσι , δίζεσθαί τε εἰ θεὸν αὐτὸν μαντεύσῃ, ἢ ἄνθρωπον, ἀλλ’ ἔτι καὶ μᾶλλον θεὸν, ὅτι ἦλθεν εὐνομίην αἰτήσων.

καὶ πῶς, εἰ θεὸς, οὐκ ἠπίστατο νόμον πολιτικὸν ὁ φίλος τοῦ Δῖός καὶ πάντων τῶν Ὀλυμπίων; ἀλλ’ ἐπεί τοι καὶ οὐ δίχα θεοῦ ἴσως τὰ τοιαῦτα εὑρίσκεται , ἃ δέδεικται τῷ θειοτάτῳ ἀνθρώπων ὑπὸ τῆς θεοῦ φωνῆς , φέρε ἴδωμεν τὴν θείαν φωνὴν, καὶ ἃ ἐδίδαξας τὸν Λυκοῦργον

v.1.p.257
  • ἥκεις εὐνομίην διζήμενος, αὐτὰρ ἐγώ τοι
  • δώσω.
  • δὸς, εἴποιμι ἂν ἐγώ· οὐδεμίαν γάρ πω δόσιν οὐδενὶ ἐπηγγείλω τοιαύτην.

  • ὡς ἂν μαντείῃσιν ὑποσχέσιάς τε καὶ ὅρκους,
  • καὶ δίκας ἀλλήλοισι καὶ ἀλλοδαποῖσι διδῶτε,
  • ἁγνῶς καὶ καθαρῶς πρεσβηγενέας τιμῶντες,
  • Τυνδαρίδας δ’ ἐποπιζόμενοι, Μενέλαν τε καὶ ἄλλους
  • ἀθανάτους ἥρωας , οἳ ἐν Λακεδαίμονι δίῃ,
  • οὕτω δή χ’ ὑμῶν περιφείδοιτ’ εὐρύοπα Ζεύς.
  • Ἄπολλον, διδασκαλίας καὶ παρεγγυήσεως θείας· καὶ οὐ μακρὸς ἕνεκα τούτων ὁ στόλος, οὐδὲ ὅπως εἰς Δελφοὺς ἐκ Πελοποννήσου , ἀλλ’ οὐδ’ εἰς Ὑπερβορέους αὐτοὺς, ὅθεν ἀφῖχθαι λέγουσι κατὰ χρησμὸν Ἁστερίας ἄλλης μάντεως

  • οἰκητὰς Δήλοιο θυώδεος ἠδ’ ἱερῆας.
  • δοκεῖ δέ μοι ὁ Λυκοῦργος οὗτος οὐκ ἐσχηκέναι τιτθὴν, οὐδὲ σύνθωκος πρεσβυτέρων οὐδέποτε κεκαθικέναι, παρ’ ὧν καὶ παρ’ ἧς εἶχε καλλίω τούτων ἀκοῦσαι καὶ σοφώτερα.

    τάχα δέ πού τι προσθήσεις, ἐάν σε λιπαρῇ ὁ Λυκοῦργος εἰπεῖν τι σαφές. εἰ οἱ μὲν εὖ ἡγοῖντο, οἱ δ’ ἕποιντο, οὐκέτι φήσω τοῦ αὐτοῦ εἶναι συνθώκου τοῦτο, καὶ ἀξιώσω τὸν Λυκοπυργον μὴ ἀποκαμεῖν εἴ τι δύναιτο πολιτικὸν παρὰ σοῦ δίδαγμα ἀναλαβὼν ἀπιέναι εἰς τὴν Σπάρτην.

  • εἰσὶν ὁδοὶ δύο πλεῖστον ἀπ’ ἀλλήλων ἀπέχουσαι,
  • ἡ μὲν ἐλευθερίας εἰς τίμιον οἶκον ἄγουσα,
  • ἡ δ’ ἐπὶ δουλείας φυκτὸν δόμον ἡμερίοισι ’
  • καὶ τὴν μὲν διά τ’ ἀνδροσύνης ἱερῆς θ’ ὁμονοίας
  • ἔστι περᾶν, ἣν δὴ λαοῖς ἡγεῖσθε κέλευθον,
  • τὴν δὲ διὰ στυγερῆς ἴριδος καὶ ἀνάλκιδος ἄτης
  • εἰσαφικάνουσι . . . ,
  • τὴν δὲ πεφυλάχθαι.

    μάλιστα ἀνδρείους εἶναι κε-

    v.1.p.258
    λεύεις· τοῦτο μὲν καὶ παρὰ τῶν δειλῶν πολλάκις ἠκούσαμεν ’ ἀλλὰ καὶ ὁμόφρονας ’ τοῦτο οὐ παρὰ τῶν σοφῶν μόνων, ἀλλ’ ἤδη καὶ παρ’ αὐτῶν τῶν στασιαξόντων. ὥστε ιούτου μὲν τοῦ παρεγγυήματος ἀφίεμέν σε.

    καίτοι μάντις ὢν οὐκ ἔγνως ἡμᾶς πολλάκις καὶ παρὰ πολλῶν εἰληφότας αὐτὸ , οὔτε τῆς δάφνης ἐμφαγόντων οὔτε τὸ Κασταλίας ὕδωρ πιόντων, οὐδ’ ἐπὶ σοφίᾳ τὴν ὀφρύν ποτε ἀνασπασάντων;

    λέγ’ οὖν περὶ ἀνδρείας, λέγε περὶ ἐλευθερίας, λέγε περὶ ὁμοφροσύνης , τίνα τρόπον ἐγγίνεται ταῦτα πόλει , καὶ μὴ ἡμᾶς τοὺς οὐκ εἰδότας κέλευε ἡγεῖσθαι τοῖς λαοῖς τῆς κελεύθου ταύτης, ἀλλ’ αὐτὸς ἡγοῦ. καλὴ μὲν γὰρ, ἀλλ’ ἄπορος ἡμῖν καὶ φοβερά. ”

  • Τούτοις προστίθησι λέγων