Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ ‘Αλλ’ οὐ δεῖ Λακεδαιμονίοις , φήσεις, ταὐτὸν παραινεῖν. ἀληθῆ λέγεις. οὐ γὰρ ἠπίστασο, ὦ σοφιστὰ, οἷ χωρήσει τὰ τῆς Σπάρτης ὥσπερ τὰ τῆς Ἀττικῆς. ἐδεδοίκεις οὖν μὴ σὺ μὲν κελεύσῃς αὐ- τοὺς φεύγειν, κἄπειτα οἱ μὲν φεύγοιεν, οἶ δὲ μὴ ἐπέλθοιεν.

ἐπεὶ οὑν ἔδει τι λέγειν , οὕτως εἶπας τοῖς Λακεδαιμονίοις

  • ὑμὶν, ὢ Σπάρτης οἰκήτορες εὐρυχόροιο,
  • ἤ μέγα ἄστυ ἐρικυδὲς ὑπ’ ἀνδράσι Περσείδῃσι
  • πέρσεται, ἡ τὸ μὲν οὐχὶ, ἀφ’ Ἡρακλέος δὲ γενέθλης
  • πενθήσει βασιλῆ φθίμενον Λακεδαίμονος οὖρος.
  • πάλιν ὁ ἀμαντευτότατος σύνδεσμος. ἀλλ’ ἐῶμεν αὐτὸν, ὡς μὴ δὶς περὶ τοῦ αὐτοῦ σοι ἐπιπηδῶντες ἐπαχθεῖς ἅμα καὶ ἄποροι δοκῶμεν εἶναι, τὰ δὲ λοιπὰ ἐπισκοπῶμεν.

    εἰς σὲ μὲν ἀπέβλεπον ἅπαντες ἐν

    v.1.p.253
    τηλικούτῳ κινδύνῳ, σὺ δ’ αὐτοῖς καὶ τόν μελλόντων μηνυτὴς καὶ τῶν ποιητέων ἦσθα σύμβουλος. καὶ σὲ μὲν ἐκεῖνοι πιστὸν, σὺ δ’ αὐτοὺς ἐπέπεισο ἠλιθίους εἶναι, καὶ ὁ καθεστὼς καιρὸς ὅτι ἱκανὸς ἦν ἄγειν καὶ τραχηλίζειν τοὺς ἀβελτέρους οὐ μόνον εἰς Δέλφικά καὶ Δωδωναῖα σοφιστήρια, ἀλλ’ ἤδη καὶ ἐπὶ τὰ ὀρνιθομαντεῖα καὶ ἀλευρομαντεῖα καὶ τοὺς ἐγγαστρι- μύθους.

    πιστοὶ δὲ οὐ μόνον οἶ θεοὶ τηνικαῦτα, ἀλλ’ ἤδη καὶ αἱ γαλαῖ καὶ αἱ κορῶναι καὶ τὰ καθύπνια παραπταίσματα οὔκουν ἄδηλον ὅτι οὔτ’ ἂν ἀμφότερα μᾶλλον ἐδέξαντο ἢ τὸ ἕτερον οὔτ’ ἂν τὸ μεῖζον ἀντὶ τοῦ μείονος, μεῖον δὲ εἶναι ἔνα ἀντὶ πάντττων πεσεῖν τὸν βασιλέα.

    μετὰ μὲν δὴ τῆς πό- λεως πιπτούσης οὐδεμία οὐδ’ αὐτῶ ἀποφυγή· εἰ δ’ αὐτὸς ἄλλῃ πη τάττοιτο, τάχα ἄν τι καὶ παράδοξον γένοιτο. λείπεται δὴ τοὺς ταῦτα λογιζομένους τὸν μὲν βασιλέα πέμψαι προσπολεμήσοντα, αὐτοὺς δὲ oἴκοι μένοντας ἔξω κινδύνων καραδοκεῖν.

    τῷ μὲν οὖν μετ’ ὀλίγων ἐναντίῳ ἱσταμένῳ πρὸς τὸν ἄπειρον ὄχλον ὄλεθρος προφανὴς , ἡ δὲ Σπάρτη ἀνοχὰς εἶχε τοῦ φόβου καὶ παραδόξους ἐλπίδας. μηδὲν δὲ ἧττον ἀφώρατον εἶναι τὸ σόφισμα καὶ διαφυγούσης καὶ ἁλούσης.

    τί δή ποτε; ὅτι οὐκ εἴρητο μὰ Δία εἰ ὁ βασιλεὺς ἀποθάνοι, ἡ πόλις σωθήσεται, ἀλλ’ ὅτι ἢ μόνος ἀπολεῖται ἢ ἡ σύμπασα πόλις· τοῦτο δὲ ἐν ἑκατέρῳ ἀνεύθυνον, καὶ μόνου αὐτοῦ ἀπολουμένου καὶ μὴ μόνου. οὗτος δὲ τύφου καὶ ἀφροσύνης καρπός. ”

    Ἀλλὰ ταῦτα μὲν ταύτῃ. οὐκ ἄξιον δὲ παρελθεῖν καὶ ἅπερ Κνιδίοις ἔχρησε πάλιν εὐχομένοις καὶ τὴν παρὰ τοῦ θεοῦ. συμμαχίαν αἰτοῦσιν. ”

    “ Ἒπαθον δὲ καὶ οἶ Κνίδιοι τούτῳ προσ-

    v.1.p.254
    εοικὸς Ἁρπάγου ἐπ᾿ αὐτοὺς στρατεύσαντος. τὸν γὰρ ἰσθμὸν τὸν αὐτόθι διακόπτειν ἐπιχειροῦντες καὶ τὴν πόλιν νησοποιεῖν, τὰ μὲν πρῶτα τοῦ ἔργου εἴχοντο, ἐπεὶ δὲ αὐτοῖς ἀπήντα ἡ ἐργασία, ἀπαγορεύοντες ἤδη ἐχρῶντο.

    σὺ δὲ αὐτοῖς εἶπας

  • Ἰσθμὸν δὲ μὴ πυργοῦτε μηδ᾿ ὀρύσσετε·
  • Ζεὺς γάρ κ᾿ ἔθηκε νῆσον, εἴ κ᾿ ἐβούλετο,
  • καὶ οἱ βλᾶκες ἐπείσθησαν καὶ ἀποτραπόμενοι παρέδωκαν ἑαυτοὺς τῷ Ἁρπάγῳ. τὸ δὲ ῥᾳδιούργημα. ἐπεὶ γὰρ οὐκ ἦν βέβαιος ἀποφυγὴ ὀρύξασι, τούτου μὲν ἔπαυσας· ὡς δὲ μὴ κελεύων ἔργου ἔχεσθαι ἐπαγγέλλῃ τὴν ἀποφυγήν.

    τούτῳ δὲ οὐ τὸ λῷον εἶναι μὴ ὀρύξασι προσετίθεις, ἀλλ᾿ ὅτι οὐ δοκεῖ τῷ Διὶ αὐτὴν νῆσον εἶναι. ἐν μὲν οὖν τῇ ἀποτροπῇ ἀμφό- τερα ἰσόρροπα, ἐν δὲ τῇ προτροπῇ τὸ διαφεύξεσθαι προεῖχεν· οὗ δὴ ἀσφαλὲς ἦν τῷ σοφιστῇ τὸ ἀνατρέπειν. οὕτως τε οὐδὲν εἰπὼν ὧν ἕνεκα ἦσαν ἀφιγμένοι ἀπέπεμψας οἰομένους ἀκηκοέναι τι.”

    Ταῦτα δὲ ἡγοῦμαι τὸ ἀδρανὲς τῶν τε χρώντων καὶ τῶν χρωμένων ἀπελέγχειν αὐταρκῶς, καὶ ὅτι μηδὲν ἀληθὲς ἢ ἔνθεον ἔστιν εὑρεῖν ἐν τοῖς δηλουμένοις.