Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἢ μή τι μᾶλλον ἡμεῖς τολμηροί τε ἐσμὲν καὶ ῥιψο- κίνδυνοι, οὐκ ἐπιτρέποντες ὑμῖν οὕτω φληναφεῖν. πῶς δὲ, ὦ μάντι, ὅτι μὲν ἡ θείη Σαλαμὶς ἀπολεῖ τέκνα γυναικῶν ᾔδεις, πότερα δὲ σκιδναμένης Δημήτερος ἢ συνιούσης οὐκέτ’ ᾔδεις ; πῶς δὲ οὐδὲ τοῦτο ᾔδεις, ὅτι τὰ τέκνα τῶν γυναικῶν εἴποι μὲν ἄν τις εἶναι καὶ τὰ οἰκεῖα, εἴποι δ’ ἂν καὶ τὰ πολέμια, αἰσθόμενος τοῦ κακοτεχνήματος;

περιμένειν δὲ δεῖ τὸ ἀποβησόμενον ’ ἒν γὰρ δεῖ τι τούτων ἀποβήσεσθαι. ἡ γάρ τοι Σαλαμὶς ἡ θείη οὐδὲ ἡττωμένων ἀφήρμοσεν ἂν, ὡς εἰς οἶκτον οὕτως ἐπιφωνουμένη· ἥ τε μέλλουσα τῶν νηῶν μάχη, ἤτοι που σκιδναμένης Δημήτερος ἢ συνιούσης, καταπέπλασται τῇ ποιητικῇ σεμνολογίᾳ, ἵνα γένηται μάντευμα ἀφώρατον τῷ σοφισμῷ καὶ μὴ εὐθὺς καταφανὲς ᾖ, ὅτι ἐν χειμῶνι

v.1.p.251
μάχη ναυτικὴ οὐ συνίσταται.

ἤδη δὲ οὐδὲ ἡ τραγῳδία ἀφανὴς, οὐδὲ οἱ θεοὶ ἐπεισκυκλούμενοι, ὁ μὲν ἱκετεύων, ὁ δὲ οὐ κατακαμπτόμενος ’ χρήσιμοι τῷ μέλλοντι καὶ τῇ τοῦ πολέμου παραδόξῳ ῥοπῇ , ὁ μὲν σωζομένοις , ὁ δ’ ἀπολλυμένοις. εἴτε γὰρ σώζοιντο, ἰδοὺ αἱ τῆς Παλλάδος λιταὶ προμεμήνυνται , ἱκαναὶ οὖσαι κάμψαι τὴν τοῦ Δῖός ὀργήν· εἴτε καὶ μὴ, οὐδὲ τοῦτο τῷ μάντει ἀκατασκεύαστον· οὐ γὰρ δύναται Πάλλας τὸν Δία ἐξιλάσασθαι· πρός τε τὰς ημικάκους τύχας ὁ τεχνίτης ἐκέρασε τὸ λόγιον, ὡς δὴ τοῦ Δῖός τῇ μὲν τὴν ἑαυτοῦ πρόθεσιν ἐκτελέσαντος, τῇ δὲ τὴν δέησιν τῆς θυγατρὸς οὐ περιφρονήσαντος.

τά τε πυργώματα ὅτι πολλὰ ἀπολεῖται, εἰ μετὰ ναρθήκων, ἀλλὰ μὴ μετὰ σιδήρου καὶ πυρὸς ἐπῄεσαν, τάχα ἂν ψεῦδος ἦν, ὁπότε καὶ μετὰ ναρθήκων ἔπρα- ξαν ἄν τι πάντως οἶ τοσοῦτοι. ἀλλ’ ἐγὼ , φησὶν, ἐξεῦρον τὸ ξύλινον τεῖχος, τὸ μόνον ἀπόρθητον. συμβούλευμα σύ γε, ἀλλ’ οὐ μάντευμα, οὐκ ἀπεοικὸς τῷ.

  • φεύγειν, μηδὲ μένειν, μηδ’ αἰδεῖσθαι κακὸς εἶναι.
  • ὁ γοῦν ἐπιλυσάμενος ἐκεῖνο τὸ αἴνιγμα οὐ χείρων ἦν σου κατιδεῖν , ὅτι ἡ τῶν Ἀθηναίων πόλις πρόφασις ἦν τῷ Πέρσῃ τῆς ὁδοῦ , καὶ ἡ πᾶσα ἔλασις ἐπὶ ταύτην πρώτην τε καὶ ἐξοχωτάτην ἐγένετο , ἐπεὶ καὶ ὁ ἂμαντις αὐτὸς ἐγὼ τοῦτ’ αἰσθόμενος καὶ τὸν Ἀθηναῖον ἂν, οὐ μόνον τὸν Λυδὸν, ἐκέλευον φεύγειν νῶτα ἐπιστρέψαντα. ἔτι γάρ ποτε κἀντίος ἔσται· πολλὴ γὰρ ἱπποσύνη καὶ πεζὸς ἐπέρχεται.

    ὅτι δὲ ναυσὶν, ἀλλ’ οὐ κατ’ ἤπειρον· καὶ γὰρ ἦν γελοῖον ἔχοντας ναυτικὸν καὶ ἐπὶ θαλάσσης κατοικοῦντας μὴ οὐ πασσυδὶ σκευωρησαμένους καὶ τροφὰς ὅσας εἶχον

    v.1.p.252
    συνεμβαλλομένους σώζεσθαι, παραδόντας τοῖς βουλομένοις τὴν γῆν. ”

    Ταῦτα μὲν οὖν τὰ πρὸς Ἀθηναίους· ἀσθενῆ δὲ σφόδρα καὶ καταγέλαστα τὰ πρὸς Λακεδαιμονίους. ἤτοι γὰρ πᾶσα, φησὶν, ἡ πόλις πολιορκηθήσεται, ἢ ἀπολωλότα τὸν βασιλέα πενθήσει. τοῦτο δ’ ἐξ ἃπαντος εἰκὸς ἦν παντί τῳ στοχάζεσθαι , τὸ ἤτοι τόδε ἢ τόδε συμβήσεσθαι.

    ἀλλ’ οὐ δήπου θεοῦ ἦν μάν- τευμα ὧδέ πως ἀμφιβάλλειν ἀγνοίᾳ τοῦ μέλλοντος, βοηθεῖν δέον καὶ σωτῆρα τῶν Ἑλλἠνων ἐν καιρῷ παραφαίνεσθαι , καὶ μᾶλλον τὴν κατὰ τῶν ἐχθρῶν καὶ βαρβάρων νίκην τοῖς Ἓλλησιν ὡς ἂν οἰκείοις φί- λοις προξενεῖν· εἰ δὲ μὴ τοῦτο δυνατὸς ἦν, κἂν τὸ μὴ παθεῖν αὐτοὺς, μηδ’ ἁλῶναι παρέχειν. ὁ δὲ οὐδὲ τοῦτο , ἀλλ’ οὐδ’ ὅπως αὐτοῖς τὰ τῆς ἥττης περισττήσεται γινώσκει. διὸ καὶ πρὸς ταῦτα οἷά φησιν ὁ ἔλεγχος ἄκουε