Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Ἔοικας δὴ ὡς ἀληθῶς τὰ μὲν ὅσα ψάμμου ἄξιά ἐστιν εἰδέναι, καλὸν δὲ μηδὲν εἰδέναι. τὸ γοῦν ὀσμὴν ἐς φρένας σὰς ἐλθεῖν κραταιρίνοιο χελώνησ ἑψομένης ψάμμου ἄξιον ἐπίστημά ἐστιν, οὐκ ἀληθὲς μὲν ὂν οὐδ’ αὐτὸ, ἀλλὰ προσεοικός γε ὅμως τῷ ἀλαζόνι καὶ ἀναιδεῖ καὶ ἐπὶ τοῖς κενοῖς εἰδήμασι τὴν ὀφρὺν ἐπαίροντι , καὶ τὸ Λύδιον ἀνδράποδον τὸν Κροῖσον πείθοντι μὴ καταφρονεῖν αὐτοῦ ·

ὃς μετ’ ὀλίγον ἐπὶ τῇ πείρᾳ ἤμελλεν ἀνερωτᾶν σε εἰ στρατεύοι ἐπὶ Πέρσας , καὶ σύμβουλον ποιεῖσθαι ὑπὲρ τῆς αὐτοῦ μανίας καὶ πλεονεξίας. ᾧ οὐκ ὤκνησας εἰπεῖν ὅτι

  • Ἅλυν διαβὰς μεγάλην ἀρχὴν καταλύσει.
  • ἐκεῖνο μέντοι εὖ, ὅτι σοι οὐδὲν ἔμελεν εἴ τι ἄτοπον πείσεται ὑπ’ ἀμφιβόλου χρησμοῦ ἐπαρθεὶς ἐπ’ ἀλλοτρίαν ἀρχὴν , οὐδ’ εἰ πικροί τινες ἄνθρωποι καὶ δέον ἐπαινεῖν σε ἐπὶ τῷ τραχηλίσαι μαινόμενον ἄνθρωπον, καὶ προσεγκαλοῖεν ὡς οὐδὲ ἰσόρροπον φωνὴν ἀφέντα, ἵν ὀκνήσειεν καὶ βουλεύσαιτο ὁ Λυδός· ἀλλὰ ‘καταλῦσαι’ καθ’ ἴνα τρόπον ἔστι νοεῖσθαι πρὸς τῶν Ἑλλήνων , οὐ τὸ τῆς οἰκείας ἀρχῆς

    v.1.p.246
    ἐκπεσεῖν, ἀλλὰ τὸ τὴν ἀλλοτρίαν περιποιήσασθαι.

    ὁ μὲν γὰρ ἡμίμηδος ἢ ἡμιπέρσης Κῦρος , ἢ ὁ μητρόθεν μὲν ἐκ τυραννικοῦ , πατρόθεν δὲ ἐξ ἰδιωτικοῦ γένους ἡμίονος ὢν ἐν τῷ αἰνίγματι, παρεμφαίνει μὲν τὴν ἔκτυφον μοῦσαν, ἀλλὰ καὶ τὴν ἄμαντιν μαντικὴν, εἴπερ οὐκ ᾔδη μὴ οὐ συνήσοντα τοῦ αἰνίγματος ὁ μάντις.

    εἰ δ’ οὐχ ὑπὸ ἀγνοίας, ἀλλ’ ὑπὸ τρυφῆς καὶ πονηρίας ἔπαιζε, βαβαὶ οἶα τὰ θεῖα παίγνιά ἐστιν. εἰ δ’ οὐδὲ τοῦτο, ἀλλ’ ὅτι ἐχρῆν οὕτω γενέσθαι, ἀνιερώτατος μὲν οὗτος λόγων σοφιστικῶν· τί δ’ ὅμως , εἰ οὕτως ἐχρῆν γενέσθαι, σὺ ὁ δύστηνος ἐν Δελφοῖς καθέζῃ τὰ κενὰ καὶ μάταια ᾄδων; τί δὲ σοῦ ὄφελος ἡμῖν; τί δὲ μαινόμεθα οἶ πανταχόθεν τῆς γῆς ἐπὶ σὲ διώκοντες; τί δὲ σὺ κνισιᾶς;’’

    Τοιαῦτα τῆς Οἰνομάου παρρησίας τὰ τῆς τῶν γοήτων φωρᾶς, κυνικῆς οὐκ ἀπηλλαγμένα πικρίας. οὐδὲ γὰρ δαίμονος, μὴ ὅτι θεοῦ, τοὺς παρὰ τοῖς Πανέλλησι θαυμαζομένους χρησμοὺς εἶναι βούλεται, γοήτων δ’ ἀνδρῶν πλάνας καὶ σοφίσματα ἐπὶ ἀπάτῃ τῶν πολλῶν ἐσκευωρημένα · ὧν ἐπείπερ ἅπαξ ἐμνήσθημεν, οὐδὲν ἂν γένοιτο ἐμποδὼν τοῦ καὶ ἑτέρων ἐλέγχων ἐπακοῦσαι, καὶ πρώτου γε δι’ οὗ φησιν ὁ αὐτὸς ἑαυτὸν ὑπὸ τοῦ Κλαρίου Ἀπόλλωνος ἠπατῆσθαι, γράφων ὧδε