Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“ Τί δ’ ; οὐκ Ἀθηναῖοι τὸν Ἀνδρόγεων ἀποχτείναντες, κτείναντες, καὶ λοιμώξαντες ἐπὶ τούτῳ , εἶπον ἂν μετανοεῖν; ἢ μὴ λεγόντων , οὐ σὲ προσῆκον ἦν εἰπεῖν μετανοεῖτέ μᾶλλον ἢ

v.1.p.242
  • λοιμοῦ καὶ λιμοῦ τέλος ἔσσεται, ἤνπερ ἑαυτῶν
  • σώματ’ ἀπὸ κλήρου ἄρρεν καὶ θῆλυ νέμητε
  • Μίνωι, εἰς ἅλα δῖαν ἀποστέλλοντες, ἀμοιβὴν
  • τῶν ἀδίκων ἔργων· οὕτω θεὸς ἴλαος ἔσται.
  • ἐῶ γὰρ τὸ Ἀνδρόγεω μὲν Ἀθήνησιν ἀποθανόντος ὑμᾶς ἀγανακτεῖν , τῶν δὲ τοσούτων καὶ πανταχόθι καὶ πάντοτε καθεύδειν. καίτοι εἰδὼς ὅτι ἐδαλασσοκράτει τότε ὁ Μίνως, καὶ μέγα ἐδύνατο, καὶ πᾶσα ἡ Ἑλλὰς αὐτὸν ἐθεράπευε, καὶ ἦν καὶ διὰ τοῦτο δικαιότατος, καὶ νομοθέτης ἀγαθὸς, καὶ Ὁμήρῳ ἐδόκει Δῖός μεγάλου εἶναι ὀαριστὴς, καὶ ἀποθανὼν ἐν Ἅιδου δικαστὴς , καὶ σὺ διὰ τοῦθ’ ὑπὲρ αὐτοῦ τἀς δίκας ταύτας εἰσεπράττου.

    ἀλλὰ παραλείπω γε οὐδὲν ταῦτα ὑμῶν, καὶ ὅτι τοὺς φονεῖς ἐάσαντες τοὺς οὐδὲν αἰτίους πέμπειν ἐκελεύετε ἀποθανουμένους, καὶ τοῦτ’ ἐπ’ ἄνδρα, ὃν ἀναδεικνύναι ἐμέλλετε κοινὸν ἀνθρώπων δικαστὴν, ὃς οὐδ’ αὐτὸ τοῦτο ἠπίατατο δικάσαι. καίτοι πόσους ὑμεῖς οἶ θεοὶ ἀντὶ τούτων τῶν κορῶν δίκαιοι πέμπειν ἐστὲ Ἀθηναίοις, οὖς ἀδίκως Αυδρόγεω ἀπεκτείνατε;”

    Ὁ δ’ αὐτὸς οὗτος συγγραφεὺς ὁπόσοις ὁ Ἀπόλων διὰ τῆς τῶν χρησμῶν ἀμφιβολίας θανάτου αἴτιος τιος γέγονε, τὴν ἀμφὶ τοὺς Ἡρακλείδας ἀναλαβὼν ἱστορίαν, εὐθύνει λέγων οὕτως

    " Ἐπεἰ δέ πως ἐπεμνήσθην τοῦδε τοῦ λόγου, φέρε τὰ καθήκοντα διέλθω τοῦ κατὰ τοὺς Ἡρακειδας c διηγήματος. οὔτοι γάρ ποθ’ ὡρμημένοι κατὰτὸν Ἰσθμὸν εἰσβαλεῖν εἰς Πελοπόννησον ἐσφάλησαν. Ἀριστόμαχος οὖν ὁ Ἀριδαίου, ἐπειδὴ ὁ Ἀριδαῖος ἀποτεθνήκει ἐν τῇ εἰσβολῇ , ἔρχεται ἀκουσόμενος παρὰ σοῦ περὶ τῆς ὁδοῦ · ἐπεθύμει δὲ ὥσπερ καὶ ὁ πατήρ.

    σὺ δ’ αὐτῷ λέγεις

    v.1.p.243
  • νίκην σοι φαίνουσι θεοὶ δι’ ὁδοῖο στενύγρων,
  • καὶ ὃς κατὰ τὸν Ἰσθμὸν ὥρμησεν ἐπιχειρεῖν καὶ μάχῃ τελευτᾷ. τούτου υἱὸς ὁ Τήμενος κακοδαίμων ἧκεν ἐκ κακοδαιμόνων τρίτος · σὺ δ’ αὐτῷ παρεγγυᾷς ἃ καὶ Ἀριστομάχῳ τῷ πατρί· καὶ ὃς, ἀλλὰ κἀκεῖνός σοι, ἔφη, πεισθεὶς ἀπέθανεν ἐν τῇ εἰσβολῇ.