Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Ἐμφαίνουσι δὲ πολλαχοῦ οἶ θεοὶ ἅπερ λέγουσι προσημαίνοντες, τῷ ἑκάστου γινώσκειν τὴν τῆς γενέσεως σύστασιν, εἶναι αὐτοὺς , εἰ χρὴ οὕτω φάναι, ἄκρους τε μάγους καὶ ἄκρους γενεθλιαλόγους. καὶ πάλιν ἐν χρησμοῖς ἔφη τὸν Ἀπόλλωνα εἰπεῖν

  • ‘‘κλῄζειν Ἑρμείην ἠδ’ Ἠέλιον κατὰ ταὐτὰ,
  • ἡμέρῃ Ἠελίου , Μήνην δ’ ὅτε τῆσδε παρείη,
  • v.1.p.234
  • ἠδὲ Κρόνον καὶ Ρέαν ἠδ᾿ ἑξείης Ἀφροδίτην
  • κλήσεσιν ἀφθέγκτοις, ἃς εὗρε μάγων ὄχ᾿ ἄριστος
  • τῆς ἑπταφθόγγου βασιλεὺς, ὃν πάντες ἴσασιν·
  • Ὀστάνην λέγεις εἰπόντων ἐπήγαγεν
  • καὶ σφόδρα καὶ καθ᾿ ἕκαστον ἀεὶ θεὸν ἑπτάκι φωνεῖν.”
  • ὁ δ᾿ αὐτὸς καὶ ταῦτα παρατίθησιν

    “Ἒστι δὲ σύμβολα μὲν τῆς Ἑκάτης κηρὸς τρίχρωμος, ἐκ λευκοῦ καὶ μέλανος καὶ ἐρυθροῦ συνεστὼς, ἔχων τύπον Ἑκάτης φερούσης μάστιγα καὶ λαμπάδα καὶ ξίφος, περὶ ἣν εἱλείσθω δράκων· οὐ- ρανοῦ δὲ ἀστέρες οἱ θαλάττιοι πρὸ τῶν θυρῶν πεπατταλευμένοι. ταῦτα γὰρ οἱ θεοὶ αὐτοὶ μεμηνύκασι διὰ τούτων. λέγει δὲ ὁ Πὰν

  • τούσδε δ᾿ αὖ ἐλαύνετε,
  • κηρὸν ἐν πυρὸς μένει
  • θέντες αἰόλου χροός·
  • λευκὸς ἔστω καὶ μέλας,
  • καὶ τὸ πῦρ φαεσφόρον
  • ἄνθρακος πεφλεγμένου,
  • δεῖμα νερτέρων κυνῶν
  • γλύμμα δεινὸν Ἑκάτης.
  • λαμπὰς ἔστω πρὸς χέρας,
  • καὶ ξίφος τὸ ποίνιμον,
  • καὶ δράκων περισταλὴς
  • ἅμμασιν κόρην κρατῶν,
  • δεινὸν ἀμφὶ κρᾶτα θεὶς,
  • αἰόλη τε κλεὶς ὁμοῦ
  • καὶ τὸ δαιμόνων κράτος
  • μάστιγος ψόφος πολύς.”
  • Διὰ τούτων καὶ τῶν τούτοις ὁμοίων ὁ γενναἲος Ἑλλήνων φιλόσοφος, ὁ θαυμαστὸς θεολόγος, ὁ τῶν ἀπορρήτων μύστης, τὴν ἐκ λογίων φιλοσοφίαν ὡς ἀπόρρητα θεῶν περιέχουσαν λόγια παραφαίνει, ἄντικρυς τῆς πονηρᾶς καὶ δαιμονικῆς ἀληθῶς δυνά-

    v.1.p.235
    μεως ἐξαγορεύων τὰς κατ᾿ ἀνθρώπων ἐνέδρας. τί γὰρ ἂν εἴη βιωφελὲς ἀνθρώποις ἐκ τῆς κακοτέχνου γοητείας;

    τί δ᾿ ἂν ἔχοι θεοφιλὲς ἡ τῶν ἀψύχων ξοάνων περιεργία; ποίας δ᾿ εἰκὼν ἐνθέου γένοιτ᾿ ἂν δυνάμεως ἡ τῶν τοιῶνδε σχημάτων μόρφωσις; τί δ᾿ οὐ μᾶλλον φιλοσοφεῖν ἢ μαγεύειν καὶ τὰ ἀπειρημένα διώκειν συμβουλεύειν ἐχρῆν, τοῦ κατ᾿ ἀρετὴν καὶ φιλοσοφίαν τρόπου πρ`ς εὐδαίμονα καὶ μακάριον βίον αὐτάρκους τυγχάνοντος; ὁ δὲ ἐπιτείνων τὸν οἰκεῖον ἔλεγχον προστίθησι τοῖς εἰρημένοις καὶ ταῦτα