Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

Καὶ περὶ τῶν σχημάτων ὅπως φαντάζονται αὐτοὶ μεμηνύκασιν, ἀφ’ ὧν καὶ τὰ ἀγάλματα οὕτω καθιδρύθη. λέγει γοῦν ὁ Σάραπις ἰδὼν τὸν Πάνα περὶ ἑαυτοῦ

  • φαιδρὴ μὲν κατὰ δῶμα θεοῦ καταλάμπεται αὐγή·
  • ἦλθε γὰρ, ἠντεβόλησε θεὸς μέγας· εἶδεν ἐμεῖο
  • κάρτος ἀμαιμάκετον, λαμπηδόνα φλογμοτύραννον,
  • βόστρυχον ἐκ κεφαλῆς νεάτης χαροποῖσι μετώποις
  • ἀμφὶς ἰαινόμενον πλοχμοῖς θ’ ἱεροῖσι γενείου.’’
  • “ Καὶ ὁ Πὰν περὶ ἑαυτοῦ ὕμνον ἐδίδαξεν ἔχοντα οὕτως

  • εὔχομαι βροτὸς γεγὼς
  • Πανὶ συμφύτῳ θεῷ,
  • δισσοκέρατι, δισσόποδι,
  • τραγοσκελεῖ, τρυφῶντι.
  • καὶ τὰ ἀκόλουθα.

    καὶ ἡ Ἑκάτη δὲ περὶ ἑαυτῆς οὕτω φησὶν

  • ἤδη μοι σύ γε πάντα ποίει · ξοάνῳ δ’ ἄρ’ ἐν αὐτῷ
  • μορφή μοι πέλεται Δημήτερος ἀγλαοκάρπου,
  • εἵμασι παλλεύκοις , περὶ ποσσὶ δὲ χρυσοπέδιλος ·
  • ἀμφὶ δέ τοι ζώνῃ δολιχοὶ δράκοντες, δράκοντες,
  • ἴχνεσιν ἀχράντοισιν ἐφερπύζοντες , ἄνωθεν
  • αὐτῆς ἐκ κεφαλῆς ἀρτώμενοι ἐς πόδας ἄκρους,
  • σπειρηδὸν περὶ πᾶσαν ἑλισσόμενοι κατὰ κόσμον.
  • 4. ὕλη δὲ, φησὶν)
  • ἢ Παρίοιο λίθου, ἢ εὐξέστου ἐλέφαντος.”