Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

ἥλω δὲ τὰ πανταχοῦ πάντα σχεδὸν εἰπεῖν ἔθνη, πρόσθεν ἢ τὸν ἡμέτερον σωτῆρα εἰς ἀνθρώπους ἀναδειχθῆναι, τοὺς φαύλους ἱλεούμενα δαίμονας ταῖς κατὰ πάντα τόπον ἐπιτελουμέναις ἀνθρωποθυσίαις. οὐδεὶς ἄρα τούτων συνετὸς ἦν καὶ σώφρων.

ὁ μὲν οὖν κοινὸς καὶ ἀνθρώπινος λογισμὸς ἑπόμενος ὀρθῷ λόγῳ παντὶ τῷ συνετῷ καὶ σώφρονι διαρρήδην προκηρύττει μὴ χρῆσθαι θυσίαις ἐπὶ θεραπείᾳ τῶν πονηρῶν δαιμόνων, σπουδάζειν δὲ καθαίρειν τὴν ψυχὴν παντοίως· καθαρᾷ γὰρ ψυχῇ μὴ ἐπιτίθεσθαι, διὰ τὸ αὐτοῖς ἀνόμοιον·

ὁ δὲ θεὸς αὐτοῖς ὁ Ἀπόλλων , ( πάλιν γὰρ ἀνθρώποις τοῦτον παραβλητέον, καὶ δεικτέον ὅσον τοῦ ὀρθοῦ λείπεται λογισμοῦ,) προστάττει τῷ πονηρῷ δαίμονι θύειν, οὐκ ἄλλως ἢ δηλαδὴ φίλος ὢν αὐτῷ · κακῷ δὲ τὸ ὅμοιον φίλον. τούτου δὲ μάρτυς ὁ καὶ πρόσθεν ἐν οἷς ἐπέγραψε Περὶ τῆς ἐκ λογίων φιλοσοφίας’’ ὧδε ἱστορῶν πρὸς λέξιν.

“ Σπεύδοντος γοῦν τοῦ προφήτου αὐτοπτῆσαι τὸ θεῖον καὶ ἐπειγομένου ὁ Ἀπόλλων ἀδύνατον ἔφη τὸ τοιοῦτον πρὶν λύτρα τῷ πονηρῷ δαίμονι δοῦναι. λέγει δὲ οὕτως

  • λύτρα δίδου γαίης πατρίης οἰκήτορι σεμνῷ,
  • πρῶτα χοὰς, μετέπειτα πυρὴν ἠδ’ αἷμα κελαινὸν
  • οἴνου παμμέλανός τ’ ὀίων θ’ ἅμα λευκὰ ῥέεθρα.
  • καὶ σαφέστερον εἶπε περὶ τῶν αὐτῶν
  • οἶνον καὶ γάλα βάλλε καὶ ὕδατος ἀγλαὸν εἶδος,
  • v.1.p.200
  • καὶ ξύλα καρπὸν ἔχοντα διογνήτων ἀκυλάων·
  • σπλάγχνα δὲ κατθέμενος λιπαροῖς ἅμα νάμασι σπένδε.
  • μετὰ ποίας δὲ εὐχῆς ἐρωτηθεὶς ἤρξατο μὲν, οὐ μὴν ἐπλήρωσεν, οὕτως εἰπὼν
  • δαῖμον ἀλιτρονόων ψυχῶν διάδημα λελογχὼς,
  • ἠερίων ὑπένερθε μυχῶν χθονίων τ’ ἐγύπερθεν.”
  • Ταῦτα μὲν ὁ θαυμάσιος θεὸς, μᾶλλον δὲ τὸ πολυπλανὲς δαιμόνιον· τὰ δὲ τοῦ κατὰ φύσιν λογισμοῦ τἀναντία, καθαίρειν τὴν ψυχὴν, ἀλλὰ μὴ θυσίαις ἐπισπᾶσθαι τοὺς πονηροὺς δαίμονας, παρακελευόμενα· καθαρᾷ γὰρ ψυχῇ μὴ ἐπιτίθεσθαι διὰ τὸ αὐτοῖς ἀνόμοιον. εἰ δὲ δὴ συνετὸς εἶναι καὶ σώφρων ἀνὴρ ὀρθῶς ἐκρίθη ὁ εὐλαβὴς καὶ μὴ θύων δαίμοσιν, ὁ τοῖς πονηροῖς θύειν διὰ τοῦ χρησμοῦ παραινῶν τίς ἂν εὐλόγως καὶ ποδαπὸς νομισθείη σοὶ καταλείπω σκοπεῖν.

    ἐντεῦθεν δὲ ἀναδραμόντι προφανὲς ἔσται ποῖοί τινες ὑπῆρχον τὴν τοῦ τρόπου φύσιν οἱ ταῖς ἀνθρωποθυσίαις χαίροντες, ἢ οἱ τοὐτοις πᾶν τὸ ἀνθρώπινον γένος πάλαι πρότερον καταδεδουλωμένοι. εἰ δὲ λέγοι τις μὴ φαῦλον εἶναι τὸν τῆς ἀνθρωποθυσίας τρόπον , ὀρθότατα δ’ ὑπὸ τῶν παλαιῶν τελεῖσθαι, ὥρα τοῖς νῦν καταμέμφεσθαι πᾶσιν, ὅτι μηδεὶς ὁμοίως τοῖς πατράσιν εὐσεβεῖ.