Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

καὶ μὴν οὐδὲ δυνατὸν αὐ- τοῖς εἰπεῖν ὡς τοῖς πονηροῖς δαίμοσιν · αὐτοῖς γὰρ μάλιστα τοῖς μεγίστοις θεοῖς ἡ ἱστορία τὰς ἀν- θρωποθυσίας ἐδήλωσεν ἐπιτελεῖσθαι. θύεσθαι γὰρ ἔφησε τῇ Ἥρᾳ καὶ τῇ Ἀθηνᾷ Κρόνῳ τε καὶ Ἄρει καὶ Διονύσω , καὶ αὐτῶ τῷ ἐπὶ πάντων Διὶ καὶ τῷ Φοίβῳ, τῷ δὴ σεμνοτάτῳ πάντων καὶ σοφωτάτῳ Ἀπόλλωνι· τούτους δὲ καὶ οὐκ ἄλλους τοὺς μεγί- στους θεοὺς ἀγαθοὺς καὶ σωτῆρας ἀναγορεύουσιν.

αὐτοὶ δ’ ἄρα εἶεν ἂν οἶ πονηροὶ δαίμονες. εἰ γὰρ οἵδε τοιαύταις ἀνθρωποθυσίαις καὶ ἀνθρωποκτονίαις ἔχαιρον, πῶς οὐκ ἂν αὐτοὺς εἰκότως τῇ τῶν πονηρῶν πνευμάτων μιαιφονίᾳ καταριθμήσειας, εἴτε αὐτοὶ χαί-

v.1.p.196
ρειν λέγοιντο τοῖς τοιούτοις εἴτε συγχωρεῖν καὶ περιορᾶν ἑτέροις γιγνόμενα;

τί γὰρ χρῆν ὅλως ἐπιτρέπειν ἀνθρώποις ἱλάσκεσθαι τὰ πονηρὰ πνεύματα; τί δὲ τοσοῦτον πλανᾶσθαι ὡς θεραπεύειν καὶ κολακεύειν τοὺς φαύλους; τί δὲ τοῖς πονηροῖς καταδουλοῦσθαι, δέον ἀγαθοὺς ὄντας καὶ θεοὺς πορρωτάτω τῆς ἀνθρώπων διατριβῆς πᾶν ὅ τι φαῦλον καὶ πονηρὸν δυνάμει κρείττονι καὶ θειοτέρᾳ ἀπελαύνειν;

ἦ πατὴρ μὲν ἀγαθὸς οὐκ ἂν ὑπὸ φαύλοις ἀνδράσι φθειρόμενον περιίδοι ἂν τὸν αὑτοῦ παῖδα, οὐδὲ τὸν οἰκέτην σώφρων δεσπότης ὑπὸ τοῖς ἐχθροῖς ἀγόμενον περιόψεται, οὐδέ γε πολέμου στρατηγὸς, τοὺς οἰκείους παρὸν διασώσασθαι, τοῖς πολεμίοις αἰχμαλώτους ἀνήσει, οὐδὲ ποιμὴν τὰ θρέμματα τοῖς λύκοις· θεοὶ δὲ ἄρα καὶ ἀγαθοὶ δαίμονες ὑπὸ τοῖς μοχθηροῖς καὶ φαύλοις ἀνήσουσι τὸ ἀνθρώπων γένος;

  • καὶ οἱ τρισμύριοι φύλακες μερόπων ἀνθρώπων,
  • οἱ δὴ ποιμένες καὶ σωτῆρες, βασιλεῖς τε καὶ πατέρες καὶ κύριοι, τοῖς ἐχθροῖς καὶ πολεμίοις καὶ ἀγρίοις θηρσὶν ἀνηλεῶς οὕτως καὶ ὠμῶς ἄγειν καὶ φέρειν τὰ φίλτατα παραδώσουσιν, οὐχὶ δὲ προπολεμήσουσιν ὑπερασπίζοντες τῶν προσφύγων, καὶ τοὺς μὲν ἐχθροὺς καὶ πονηροὺς δαίμονας τῆς ἀνθρώπων ἀγέλης μακρὰν ὥσπερ τινὰς ἀγρίους καὶ ὠμοβόρους θῆρας ἀποδιώ- ξουσι, διδάξουσι δὲ πάντα ἄνθρωπον μυρίων θεῶν καὶ δαιμόνων ἀγαθῶν πλήθει προσῳκειωμένων ἐπιθαρσοῦντα, καὶ τοῖς οὐ μόνον κρείττοσιν, ἀλλὰ καὶ πλείοσιν καὶ μεγίστοις θεοῖς καθωσιωμένον, σμικρὰ, μᾶλλον δὲ τὸ μηδὲν ἐπιστρέφεσθαι τῆς τῶν πονηρῶν δαιμόνων ἀσθενείας;

    ὅτε δὲ τοῦτο μὴ ἔπραττον, συνήργουν δ᾿ ἔμπαλιν τοῖς πονηροῖς αὐτοὶ, διὰ τῶν χρησμῶν τὰς προδηλωθείσας ἀνιέντες ἀνθρωποθυ-

    v.1.p.197
    σίας, χαίροντές τε αἰσχρορρημοσύναις ἀπάσαις καὶ ταῖς τούτων ἀκολούθοις πράξεσιν, ἔργῳ, φασὶ, δῆλον ὡς οὐδέν τι καὶ αὐτοὶ φαύλων δαιμόνων τὴν φύσιν διήλλαττον, μᾶλλον δὲ μιᾶς καὶ τῆς αὐτῆς ὑπῆρχον προαιρέσεως καὶ γνώμης· καὶ ἔτι μᾶλλον εἰπεῖν ὡς οὐδὲ ὅλως θεός τις ἢν, οὐδέ τις ἀγαθὸς δαίμων, ὁ πάλαι πρὸς τῶν ἐθνῶν ἁπάντων κατὰ πό- λεις τε καὶ χώρας προσκυνούμενος.

    πῶς γὰρ ἂν γένοιτό ποτε τῷ ἀγαθῷ τὸ φαῦλον φίλον, εἰ μὴ καὶ φωτὸς καὶ σκότους κρᾶσιν δύνασθαι μίαν φαίη τις ἄν γενέσθαι; πόσῳ δὲ κρείττων ὁ παρ’ ἀνθρώποις λογισμὸς τῶν νενομισμένων θεῶν, μηδὲ φαύλοις δαί- μοσι χρῆναι θύειν παρακελευόμενος ; λέγει δ’ οὖν ὁ πρόσθεν εἰρημένος συγγραφεὺς, ἐν οἷς ἔφησε μὴ δεῖν ζῳοθυτεῖν, ὅτι μηδὲ φαύλοις δαίμοσι θυτέον, τοῦτον ’τον τρόπον

    " Διὸ συνετὸς ἀνὴρ καὶ σώφρων εὐλαβη- θήσεται τοιαύταις χρῆσθαι θυσίαις, δι’ ὧν ἐπισπά- σεται πρὸς ἑαυτὸν τοὺς τοιούτους, σπουδάσει δὲ καθαίρειν τὴν ψυχὴν παντοίως · καθαρᾷ γὰρ ψυχῇ οὐκ ἐπιτίθενται , διὰ τὸ αὐτοῖς ἀνόμοιον. εἰ δὲ ταῖς πόλεσιν ἀναγκαῖον καὶ τούτου ’ς ἀπομειλίττεσθαι, οὐδὲν πρὸς ἡμὰς · ταύταις γὰρ καὶ πλοῦτος καὶ τὰ ἐκτὸς καὶ τὰ σωματικὰ ἀγαθὰ εἶναι νενόμισται, καὶ τὰ ἐναντία, κακὰ, ὀλιγοστὸν δὲ ἐν αὐταῖς τὸ τῆς ψυχῆς ἐπιμελούμενον."

    Τούτοις ἑξῆς ἐπάγει λέγων