Praeparatio Evangelica

Eusebius of Caesarea

Eusebius. Eusebii Caesariensis Opera, Volume 1-2. Dindorf, Ludwig, editor. Leipzig: Teubner, 1867.

“Οἶδε δὲ ὁ τῆς εὐσεβείας φροντίζων ὡς θεοῖς μὲν οὐ θύεται ἔμψυχον οὐδὲν, δαίμοσιν δὲ, ἀλλ’ ἤτοι ἀγαθοῖς, ἢ καὶ φαύλοις· καὶ τίνων ἐστὶ τὸ θύειν τούτοις καὶ τῶν ἄχρι τινὸς αὐτῶν δεομένων.”

Καὶ αὖθις ἐξῆς φησιν

“Ὅτι δὲ οὐ θεοῖς , ἀλλὰ δαίμοσι τὰς θυσίας τὰς διὰ τῶν αἱμάτων προσῆγον οἱ τὰς ἐν τῷ παντὶ δυ- νάμεις καταμαθόντες, καὶ τοῦτο πεπίστωται παρ’ αὐτῶν τῶν θεολόγων · καὶ μὴν ὅτι τούτων οἱ μὲν κακοποιοὶ, οἱ δὲ ἀγαθοὶ οὐκ ἐνοχλήσουσιν ἡμῖνμ."

Ταῦτα μὲν ὁ δεδηλωμένος. ἐπεὶ δὲ τῶν δαιμόνων μόνων ἔφησε τοὺς μὲν ἀγαθοὺς , τοὺς δὲ φαύλους εἶναι, φέρε πῶς ἴδωμεν ὅτι οὐδὲ ἀγαθοὶ δαίμονες,

v.1.p.181
φαῦλοι δὲ οἶ νενομισμένοι αὐτῶν θεοὶ πάντες ἀλίσκονται; λάβοις δ’ ἂν καὶ τούτου τὴν ἀπόδειξιν ὧδε.

τὸ ἀγαθὸν ὠφελεῖ, βλάπτει δὲ τὸ ἐναντίον. εἰ δὲ φανεῖεν οἶ κατὰ πάντα τόπον ἀνηγορευμένοι εἴτε θεοὶ εἴτε δαίμονες, αὐτοὶ δὴ οἱ παρὰ πᾶσιν αὐτοῖς βεβοη- μένοι καὶ πρὸς τῶν ἐθνῶν ἁπάντων προσκυνούμενοι, ὅ τε Κρόνος καὶ ὁ Ζεὺς , Ἥρα τε καὶ Ἀθηνᾶ καὶ οἶ παραπλήσιοι, αἵ τε ἀφανεῖς δυνάμεις καὶ οἱ δαίμονες οἱ διὰ τῶν ξοάνων ἐνεργοῦντες, οὐ μόνον ζῴων ἀλόγων σφαγαῖς καὶ θυσίαις, ἀλλὰ καὶ ἀνδροκτασίαις καὶ ἀνθρωποθυσίαις χαίροντες, καὶ ταύτῃ τὰς ψυχὰς τῶν ἀθλίων ἀνθρώπων λυμαινόμενοι, τίνα χείρονα ταύτης βλάβην ἐπινοήσειας ;

εἰ γὰρ ἡ διὰ ζῴων ἀλόγων θυσία ἐπάρατος καὶ κακόθυτος πρὸς τῶν φιλοσόφων ἐλέχθη, μυσαρά τε καὶ ἄδικος καὶ ἀνόσιος καὶ οὐκ ἀβλαβὴς τοῖς θύουσι, καὶ διά γε ταῦτα πάνταθεῶν ἀναξία, τί χρὴ νομίζειν τὴν δι’ ἀνθρώπων σφαγῆς; ἢ παντὸς αὕτη γένοιτ’ ἂν ἀσεβεστάτη καὶ ἀνοσιωτάτη ; πῶς οὖν ἀγαθοῖς δαίμοσιν, οὐχὶ δὲ τοῖς παμμιάροις καὶ πανωλέθροις πνεύμασιν εἰκότως ἂν λεχθείη προσφιλής,.

φέρε οὖν ἐλέγξωμεν καὶ ἀπο- δείξωμεν ὁπόσον ἡ τῆς πολυθέου πλάνης λύμη τοῦ βίου τῶν ἀνθρώπων πρὸ τῆς τοῦ σωτῆρος ἡμῶν εὐαγγελικῆς διδασκαλίας ἐκράτει. λελύσθαι γὰρ αὐτὴν καὶ καθῃρῆσθαι οὐκ ἄλλοτε ἢ κατὰ τοὺς Ἀδριανοῦ χρόνους , φωτὸς δίκην ἤδη διαλαμπούσης ἐπὶ πάντα τόπον τῆς τοῦ Χριστοῦ διδασκαλίας.

οἶς οὐχ ἡμεῖς, ἀλλ’ αὐτῶν πάλιν τῶν μὴ τὰ ἡμέτερα φρονούντων μαρτυρήσουσιν αἶ φωναὶ διαρρήδην, τῶν πρὸ τούτου χρόνων τοσαύτην κατηγοροῦσαι μοχθηρίαν ὥστε ἤδη τοὺς δεισιδαίμονας πέρα καὶ τῶν τῆς φύ- σεως ὅρων χωρεῖν, ὑπὸ τῶν ὀλεθρίων πνευμάτων

v.1.p.182
ἐξοιστρουμένους καὶ δαιμονῶντας ἄντικρυς, ὡς καὶ τοῖς τῶν φιλτάτων αἵμασι καὶ ἄλλαις μυρίαις ἀνθρω- ποθυσίαις ἱλεοῦσθαι νομίζειν τὰς μιαιφόνους δυνάμεις. μεὶς.

καί τις πατὴρ τὸν μονογενῆ παῖδα καὶ μή- τηρ τὴν ἀγαπητὴν θυγατέρα προσέθυσεν τῷ δαίμονι, καὶ κατέσφαττον οἱ φίλτατοι ὥς τι τῶν ἀλόγων καὶ ἀλλοτρίων θρεμμάτων τοὺς προσήκοντας , ἔθυόν τε τοῖς δὴ θεοῖς κατὰ πόλεις καὶ χώρας τοὺς συνοίκους καὶ πολίτας , τὴν φιλάνθρωπον καὶ συμπαθῆ φύσιν ἐπὶ τὸ ἀνηλεὲς καὶ ἀπάνθρωπον ἀκονήσαντες , καὶ τὸν μανιώδη καὶ δαιμονιακὸν ὡς ἀληθῶς ἐπιδεικνύμενοι τρόπον.

εὕροις δ’ ἂν οὖν πάσαν ἐξετάζων Ἑλληνικήν τε καὶ βάρβαρον ἱστορίαν, ὅπως οἱ μὲν υἱεῖς, οἶ δὲ θυγατέρας , οἱ δὲ καὶ σφᾶς αὐτοὺς τῶν δαιμόνων καθιέρουν θυσίαις. ἐγὼ δέ σοι καὶ τούτων τὸν καὶ πρότερον παρίστημι μάρτυρα ἐν τοῖς αὐτοῖς, ἐν οἷς τὴν τῶν ἀλόγων θρεμμάτων θυσίαν ὡς ἀνοσίαν καὶ ἀδικωτάτην ἀπηγόρευσε, ταῦτα φάσκοντα πρὸς ῥῆμα